previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

στάθμῃ, ὅταν τι βουληθῶμεν ἰδεῖν ἀκριβῶς. ὅσον γὰρ ἄν τις ἀποστῇ τῆς πόλεως δεῦρο ἐκεῖσε κινηθεὶς, τῇ θέρμῃ πλεῖον τῆς χρείας τῷ ψύχει προστυγχάνει. ὥστ᾽ ἐν τούτῳ μόνῳ νικᾶται ἐν τὸ νικᾶν λυπεῖ καὶ οὗ τὸ νικᾶσθαι λυσιτελέστερον. τοσαύτη δ᾽ ἐστὶν περιουσία τῆς εὐτυχίας ὥστε καὶ τῶν ἄλλων γενῶν αἱ ταύτης ἄποικοι πόλεις αἱ τὴν νῦν Ἰωνίαν ἔχουσαι ἄριστα κεκρᾶσθαι δοκοῦσιν, ὥσπερ ἄλλο τι τῶν οἴκοθεν μετειληφυῖαι. ὥστε οὐ τὰ μὲν πρὸς ἄρκτον ἂν εἴποι τις εἶναι τῆς χώρας, τὰ δὲ πρὸς [p. 161]μεσημβρίαν ὀνομάζων, οὐδ᾽ αὖ τὰ λοιπὰ δύο ὡσαύτως, ἀλλ᾽ ἄνευ τῆς προσθήκης ἔξεστιν ὁρίσασθαι τὰ μὲν ἔνθεν αὐτῆς ἄρκτον εἶναι, τὰ δὲ ἔνθεν μεσημβρίαν ἤδη, ἀνατολάς τε καὶ δύσεις ὅσον τὸ ἄνω καὶ κάτω, αὐτὴν δ᾽ εἶναι πάντων ὡσπερεὶ μεθόριον, κοινόν τινα χῶρον, οὗ πάντα τὰ τμήματα συγκεράννυται, ὑπ᾽ αὐτὴν, ὡς εἰπεῖν, τὴν ἀκρόπολιν τοῦ οὐρανοῦ καὶ τὴν τοῦ Διὸς ἀρχὴν ὡς ἀληθῶς γιγνομένην λῆξιν τῆς Ἀθηνᾶς καὶ τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων τόπον οἰκεῖον. οὐ γὰρ ἔστιν ὅστις τῶν περὶ γῆν ἀέρων τοσοῦτον ἀφέστηκε γῆς τῇ φύσει οὐδ᾽ αἰθέρι μᾶλλον εἴκασται. γῆς μὲν δὴ καὶ θαλάττης καὶ ἀέρων εἰς τοῦτ᾽ ἔθεσαν τὴν Ἀττικὴν οἷς ταῦτα ἔπρεπε δημιουργοῖς. δὲ τούτοις τοιούτοις οὖσιν ἕπεται πολλὴ ῥᾳστώνη δεικνύναι, πεδίων τε κάλλη καὶ χάριτας τῶν μὲν πρὸ τῆς πόλεως εὐθὺς ἀπὸ τοῦ τείχους, μᾶλλον δὲ ἀπὸ τῆς ἀκροπόλεως κεχυμένων καὶ ἐγκαταμιγνυμένων τῇ πόλει, τῶν δὲ ἐφ᾽ ἑκάστῃ τῇ θαλάττῃ τοῖς αἰγιαλοῖς ἐφορμούντων, τῶν δ᾽ ἐν τῇ μεσογείᾳ τοῖς ὄρεσι τοῖς περιέχουσιν ὥσπερ ἄλλοις ὁρίοις διειλημμένων ἐν κόλπων θαλαττίων τινῶν σχήματι. καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: