previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνθ᾽ ἁπλῆς τὴν εὐεργεσίαν ἐπ᾽ ἀμφοτέρων τιθεμένη. καὶ προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ οὕτως, ὅπερ εἶπον, πολιτείᾳ προσέοικεν τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια καὶ διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας [p. 185]δέχεσθαι, εἰ καὶ μηδὲ τοῦτ᾽ ἐκφεύγει κοινῆς εἶναι δεῖγμα φιλανθρωπίας, ἀλλ᾽ οὖν εἴποι γ᾽ ἄν τις ὡς ἐκείνους ἦν εὖ ποιούσης μόνους, ὅσοι ταύτης τῆς τύχης ἐπειράθησαν. αἱ δὲ τῶν ἀποικιῶν κατασκευαὶ κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν, οὐ μόνων τῶν ἀπελθόντων. καὶ γὰρ πόλεις καὶ χώρας καὶ δυνάμεις πολλὰς καὶ μεγάλας εἰς τὸ κοινὸν προσέλαβον, ἐξ ὧν οὐκ ὀλίγῳ μείζους ἐγένοντο. οὕτως ἐγώ φημι τῆς πόλεως οὐχ ἧττον τὸ ἐκπέμψαι παρ᾽ αὐτῆς τὸ εἰσφέρεσθαι τοὺς δεηθέντας πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν. καὶ γάρ τοι συμβέβηκε μόνοις τοῖς ταύτῃ καὶ διὰ τῶν ἐναντίων εὐδοκιμεῖν. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ καὶ εἰς νέους Ἕλληνας τελοῦσι πολλαχῆ, καθάπερ τὸν Διόνυσον γράφουσιν. ἐπελθόντες δὲ οὐδαμόθεν, ἀλλ᾽ αὐτόθεν φύντες τοὺς πανταχόθεν πόλεως δεηθέντας ἐδέξαντο. καὶ μὴν δεξάμενοι τοὺς ἁπανταχόθεν, πανταχῆ καὶ πεπόμφασι, σώζοντες κἀν τούτοις τὸ προσῆκον ἑξῆς. καὶ γὰρ τῶν πρεσβυτάτων πλείστους εἶναι τοὺς ἀπογόνους εἰκὸς καὶ μᾶλλον τινῶν ἄλλων, καὶ τὸ δέχεσθαι τοὺς δεομένους τῶν κρειττόνων ἐστί. καὶ μὴν τῷ γε τὸν σῖτον ἐν ἀρχῇ διανεῖμαι πῶς οὐκ εἰς ταυτὸν ἥκει τὸ καὶ τὰ τῶν ἀποικιῶν σμήνη διαπέμψαι [p. 186] καὶ κατοικίσαι τὴν γῆν; ἄλλως τε καὶ ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι καὶ τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν ἕνεκα.

ἐκδέχεται δ᾽ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, καὶ ὑπὸ πολλῶν, αἱ μετὰ τῶν κινδύνων πράξεις, ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. οὐ μὴν ἀλλ᾽ ἀναγκαῖον ἅψασθαι καὶ τούτων


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: