previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄλλων γὰρ ἄλλα κεκοσμηκότων καὶ διεξεληλυθότων τὰ πᾶσι παρειμένα πᾶσι καὶ πεπλήρωται: καὶ συμβαίνει διπλοῦν τὸν ἀγῶνα γίγνεσθαι τῷ μετὰ πάντας ἐγχειροῦντι, καὶ χωρὶς πρὸς ἕκαστον καὶ κοινῇ πρὸς ἅπαντας. [p. 152]

οὐ μὴν ἀλλ᾽ αὐτό γε τοῦτ᾽ ἐστὶ τὸ καὶ μόνον πεποιηκός μοι τὸν λόγον, ὅτι οὕτω πολλοῖς καὶ μεγάλοις τῆς πόλεως ὑπερεχούσης, καὶ τόπον οὐδένα τοῖς βουλομένοις εὐφημεῖν ἀργὸν παρεικυίας, οὐδείς πω μέχρι τῆσδε τῆς ἡμέρας εἰς ἅπαντα καθῆκεν ἑαυτὸν οὐδ᾽ ἐθάρρησεν. ἀλλ᾽ οἱ μὲν τοὺς ἄνω χρόνους ἐν τοῖς ποιήμασιν ᾁδουσι καὶ τὰ πρὸς τοὺς θεοὺς κοινὰ τῇ πόλει, καὶ ταῦτ᾽ ἀπὸ τοῦ παρείκοντος, οἱ δὲ τοὺς ἐπὶ τῶν καιρῶν πολέμους πρὸς Ἕλληνας καὶ βαρβάρους ἀφηγοῦνται μεμερισμένως: ἕτεροι δὲ τὴν πολιτείαν καταλέγουσιν: οἱ δὲ ἐν τοῖς ἐπιταφίοις λόγοις τῶν ἀποθανόντων ἐνίους προσειρήκασιν. εἰσὶ δὲ οἳ κἀν τούτοις, οὐχ ὡς νομίζεται, διὰ τῶν πράξεων ἦλθον, ἀλλ᾽ ἑτέραν ἐτράποντο, δείσαντες, ἐμοὶ δοκεῖν, ἐλάττους γενέσθαι τῶν πραγμάτων, οὐκ ἔξω μέν που συγγνώμης λαβόντες φόβον, ἀλλ᾽ οὖν οὕτω πολλοῦ τινος ἐδέησαν περὶ πάντων γε τῶν ὑπαρχόντων τῇ πόλει διεξελθεῖν. καὶ μὴν οἱ μὲν τὴν σοφίαν αὐτῆς ἐγκωμιάζουσιν, οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν, ἕτεροι δὲ αὖ τὴν κοινότητα καὶ φιλανθρωπίαν ὑμνοῦσι, καὶ ταῦτα οἱ μὲν τοῖς συγγράμμασί που τοῖς ἄλλοις ἐγκαταμιγνύντες, οἱ δ᾽ ἀπὸ στόματος οὑτωσὶ κατὰ τὸ συμβαῖνον τῆς μνήμης. ὡς δὲ ἁπλῶς εἰπεῖν, ἅπαντες τῷ βουλήματι τῷ σφετέρῳ μεμετρήκασιν τῇ δυνάμει τὰ πρὸς τὴν πόλιν, οὐ τῷ τῆς πόλεως μέτρῳ οὐδὲ τῷ τῶν πραγμάτων, ἀλλὰ ὥσπερ πελάγους ἀπείρου καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: