previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιοῦτον μὲν τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους πόλις, τόν τ᾽ ἐπὶ τῆς οἰκείας καὶ τὸν ἐν τῇ ἐκείνων, τοιαύτην δ᾽ αὖ καὶ τὴν εἰρήνην ἐποιήσατο, ἐξ ἀμφοτέρων δείξασα ὅτι οὐ πλοῦτον διώκουσα οὐδ᾽ ἡδονῇ κέρδους ἐπεξῆλθεν, ἀλλ᾽ ἓν τοῦτο θηρωμένη, βεβαίαν τοῖς Ἕλλησιν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων. καίτοι τί κάλλιον ἂν εἴποι τις εἰρήνης πολέμου κεφάλαιον πρὸς Ἕλληνας πρὸς βαρβάρους, κατέκλεισε τότε τὰς πράξεις πόλις; καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων καὶ πάντων ὥσπερ ἀνθελκόντων, ἀφεστηκότων μὲν τῇ [p. 251] γνώμῃ Λακεδαιμονίων, Βοιωτῶν δ᾽ ἐναντία πολεμούντων, Αἰγινητῶν δ᾽ ἐναντία ναυμαχούντων, οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, πόλις πολὺ νικῶσα: πρὸς δὲ τούτοις Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων καὶ πολεμούντων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων, Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλευομένων, καλούντων δὲ Φωκέων, καλούντων δ᾽ αὖ Λακεδαιμονίων, θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα: ὥστ᾽, εἰ καὶ μόνοις τούτοις ἐξήρκεσε καὶ μόνας τὰς Ἑλληνικὰς πράξεις εἴχομεν αὐτῆς εἰπεῖν ἐν τῷ τότε συμβάσας, Μηδικαὶ δὲ μηδαμοῦ προσῆσαν λαμπρότητες, ἐξαρκεῖν ἂν τοῖς χρόνοις εἰς ἀφήγησιν. καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει οὐ μόνον τῆς ῥώμης χάριν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας: τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλ᾽ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι, χωρὶς [p. 252] τοῦ τοσαῦτα μερισθῆναι καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: