previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κριταῖς νικᾷ καὶ πρός γε ἔτι ταῖς χώραις ἁπάσαις: ὥστ᾽ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν ὅτι χρὴ καὶ πρώτην καὶ δευτέραν καὶ τρίτην αὐτὴν ἐν τοῖς Ἕλλησι κηρύττειν, ὥσπερ ἐν ἅρμασιν, εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας. εἶεν. ἀλλὰ ταῦτα μὲν τοιαῦτα. [p. 305]

τὰ δ᾽ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς οὐκ ἂν ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεος, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν, ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα, καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. τῶν μὲν αὐτοφυῶν, ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν. ἔτι δ᾽ αὐτῆς τῆς ἀκροπόλεως θέσις καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι, ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε, τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος ἄριστος καὶ καθαρώτατός ἐστιν τῆς πόλεως ὑπερέχων. γνοίης δ᾽ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.

καὶ τὰ μὲν παρὰ τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων [p. 306] ἀφελόντι. τῶν δ᾽ αὖ τῆς τέχνης τί χρὴ μέγιστον θεῖναι τί πρῶτον εἰπεῖν; νεῴ τε γὰρ ἐνταῦθα οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα ἄνευ τῶν οὐρανίων τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά: πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: