previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτ᾽ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δ᾽ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ δι᾽ αὐτά γε ταῦτ᾽ εἰρηκὼς αὐτοὺς δι᾽ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλ᾽ ἐξ αὐτῶν τούτων καὶ μάλιστ᾽ ἄν τις κατίδοι ὡς οὔτε χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτ᾽ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστ᾽ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα [p. 281] ταῦτ᾽ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται: χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως προειλόμην ἀποδεῖξαι, ὥστ᾽ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρ᾽ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ δι᾽ ἐκείνου φαίνεται, ὡς δ᾽ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί. τεκμήριον δέ: τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτ᾽ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει: καὶ τούτων μὲν διείλοντο ἀπέτυχον, δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατ᾽ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλ᾽ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστ᾽ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια μέλλω λέγειν ἀπ᾽ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δ᾽ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστ᾽ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν: καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον: δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: