previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν. οἱ μὲν γὰρ ἄλλοι πάντες τὸ τῶν νεῶν πλῆθος καὶ τὴν προθυμίαν τῆς πόλεως καὶ τὰς πράξεις ἐγκωμιάζουσιν, ἐγὼ δὲ, εἰ καὶ παράδοξον εἰπεῖν, ἕν τι φημὶ πάντας αὐτοὺς παραλιπεῖν, οὐδενὸς ἧττον τούτων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, νῦν αὐτὸς εἰς μέσον [p. 217] θήσω, τἀληθὲς οὐκ αἰσχυνθείς: ὡς ὅστις αἰσχύνῃ τοῦτο παρέρχεται καὶ δι᾽ εὔνοιαν τὴν πρὸς τὴν πόλιν παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν ναυμαχίαν παρέρχοιτο δι᾽ εὔνοιαν τὴν πρὸς τὴν πόλιν. ἀμφοτέρας γὰρ τὰς νίκας ἀνείλοντο σαφέστατα ἀνθρώπων οἱ τότε, πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες καὶ ἔτι κάλλιον κομισάμενοι: τοὺς μὲν γὰρ ἐχθροὺς τοῖς ὅπλοις, τῇ δ᾽ ἐπιεικείᾳ τοὺς φίλους ἐνίκησαν. τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ὑπὲρ τῆς ἁπάντων σωτηρίας, τοσαύτην δὲ εἰσφορὰν εἰσενεγκόντας τῇ κοινῇ χρείᾳ, πάντα δὲ αὐτοὺς ὄντας, καὶ τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς, τῶν δ᾽ ἐν ταῖς ναυσὶν εἰς τὴν πόλιν ἀνακειμένων, τῶν δ᾽ ἄλλων, ὥσπερ χειμῶνος ὥρᾳ, καταφευγόντων πρὸς τὴν ἐκείνων δύναμιν καὶ ἐπὶ τῆς ἐκείνων ἀρετῆς τε καὶ τύχης ὁρμούντων, καὶ μηδ᾽ ἂν αὐτῶν, ὅπερ εἶπον, ἐξάρνων γιγνομένων ὡς οὐχ οὕτως ταῦτ᾽ ἔχει, τοσοῦτον πραότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὥσθ᾽ ἑτέροις ἡγεῖσθαι συγχωρῆσαι τὴν ἐπὶ σχήματος ἡγεμονίαν, καὶ μὴ φιλονεικῆσαι, μηδὲ κἂν οἱ νωθρότατοι τὴν φύσιν εἶπον, κἂν ὑπὲρ αὐτῶν ἕτεροι μηδὲν μήτε φθέγξασθαι μήτε μελλῆσαι μήθ᾽ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα, πῶς οὐ [p. 218] πᾶσαν ἤδη σοφίαν παρ᾽ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει καὶ πάντων ἄνδρας ἀρίστους ἐκείνους καὶ κατὰ ἔθνη καὶ καθ᾽ ἕνα καὶ ὁπωσοῦν ἐξετάζοντι; εἰ γὰρ τότ᾽ ἐκεῖνοι δυσχεράναντες τὴν τοιαύτην ἀγνωμοσύνην ἐκποδὼν ἔστησαν, πρὸς φιλονεικίαν ἐχώρησαν, τίς μηχανὴ σωτηρίας, ποῖον ὄναρ χρηστὸν κατελείπετο τοῖς ἄλλοις,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: