previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἶχον τὴν ἡγεμονίαν. τι γὰρ μὴ δόξειεν Ἀθηναίων ἑνὶ, πάντ᾽ ἦν ἄκυρα, ὥσθ᾽ μὲν Λακεδαιμονίων ναύαρχος τῶν ἀφ᾽ ἑκάστων ἀρχόντων ἦρχεν, δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων: ἅπερ οὖν καὶ οἱ Ἕλληνες συνιδόντες τὰ ἀριστεῖα τῶν ναυμαχιῶν ἀπέδοσαν τῇ πόλει, καὶ [p. 224]μαρτυρίαν παρόντων ὡς ἀληθῶς καὶ ἑορακότων παρέσχοντο τίνες ἦσαν οἱ πρὸς τὴν σωτηρίαν αὐτοῖς ἡγησάμενοι. καὶ συνέβη τῇ πόλει διχόθεν τὰ πρωτεῖα ἀνελέσθαι. τὰς μὲν γὰρ πόλεις ὑπερεῖχον Ἀθῆναι, τοὺς δὲ ἄνδρας ἀνὴρ Ἀθηναίων εἷς. οὕτως μὲν ἦν τρόπου πραότητος ἐν τῷ συγχωρῆσαι παρέσχοντο, δὲ ἀληθινῆς ἡγεμονίας ἦν παρὰ πάντων ἐκείνοις ἀνετέθη. καὶ μὴν καὶ πρὸς τὰ λοιπὰ τοῦ πολέμου τὴν πόλιν ἤδη καθαρῶς προεστήσαντο οἱ Ἕλληνες: πάντες γὰρ οἱ σύλλογοι καὶ αἱ σύνοδοι πρὸς Ἀθηναίους καὶ παρ᾽ Ἀθηναίων ἐκ τούτων ἐγίγνοντο, καὶ κατέστη κοινὸν βουλευτήριον πόλις τοῦ πρὸς τὸν βάρβαρον πολέμου.

ἀλλὰ γὰρ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγος λόγῳ παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. εἶμι δὲ ἐπ᾽ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα τοῦ δέοντος διατρίβειν μηδ᾽ ἐπ᾽ ἐξειργασμένοις ἀναλαμβάνειν, ἀλλὰ σκοπείσθω τὴν χρείαν ὅση καὶ τὴν ἑκάστου τοῦ λόγου πρόφασιν καὶ ποῖ φέρει. κἂν οὕτως σκοπῇ, πολλὰ μὲν εἶναι δόξει τὰ λεγόμενα, ἕκαστον δ᾽ εἰσάπαξ εἰρῆσθαι, καὶ τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα, ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα, τῇ τάξει δ᾽ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆναι, τὸ δὲ ἀεὶ παρενεγκὸν τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται, ἀναλαμβάνων τῷ νῷ [p. 225] ταῦτα παρ᾽ αὑτῷ καὶ σκοπῶν εἴ πως ἑτέρως μᾶλλον ἥρμοττεν. ἔτι δὲ εἰ μὲν περὶ μηδενὸς ἀξίων πραγμάτων περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα τὴν ἐξέτασιν ταύτην καὶ σπουδὴν ἐποιούμεθα, εἰκότως ἄν τις ἡμᾶς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: