previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος ἕκαστος ὅσον καθορᾷ, [p. 153] τοῦτο θαυμάζει: καὶ συμβέβηκεν ὥσπερ αἴνιγμα τῇ πόλει: γὰρ τοσοῦτον εὐφημιῶν καὶ δόξης περίεστι, ταύτῃ, κἂν ὡς ἐλάχιστον τούτων ὧν μέτεστιν εἴπῃ τις, οὐ τοῦ παντὸς ἁμαρτήσεται. οὐ δὴ δίκαιον τὴν μόνην τοῦ τολμήματος αἰτίαν καὶ δι᾽ ἣν εἰκότως ἐδέησε τοῦ νυνὶ λόγου, ταύτην ἐκείνης ἀξιῶσαι τῆς αἰτίας, τὸ τῆς μέμψεώς ἐστιν ὄνομα. ἔπειτα εἰ μὲν μὴ πολλῶν καὶ καλῶν καὶ μεγάλων ὄντων, οὐ μὲν οὖν οὔτ᾽ ἀπαριθμῆσαι ῥᾳδίων οὔτε μετρῆσαι δυνατῶν τῶν εἰς τοσοῦτον τὴν πόλιν ᾐρκότων, ἕν τι καὶ τοῦτο τὸ τῶν λόγων ἦν ἀγαθὸν, οὐκ ἂν ἴσως ἥρμοττε παρακινδυνεύειν, ἀλλ᾽ ἐᾶν ὅπως ποτ᾽ εἶχε τὰ τῆς δόξης αὐτῇ: νυνὶ δ᾽ ὥσπερ τῶν ἄλλων ἁπάντων ἡγεμὼν τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις, γεγένηται, οὕτως ὅτι καὶ τῶν λόγων πρώτη γνώριμόν ἐστιν: [p. 154] ὥστε οὔτ᾽ ἀλλοτρίᾳ τῇ πείρᾳ χρώμεθα, οὐδ᾽ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα, ἀλλ᾽ ἀκριβῶς ἐπὶ τὴν πόλιν καὶ τοὺς Ἀθηναίους, οὔτε ἐλάττω τὰ τῆς πόλεως ποιοῦμεν, ἀλλ᾽ ἕν τι τῶν τῆς πόλεως ἐκτίνομεν, εἰς ὅσον ἐγχωρεῖ. εἰρημένον δὲ ὑπὸ πολλῶν πολλάκις ὡς ἄρα οὐ ῥᾴδιον εὑρεῖν ὅθεν ἄρξεταί τις, ἐμὸν, οὐκ ἄλλου τοῦτον τὸν λόγον εἶναι νομίζω τῇ χρείᾳ. οὐ γὰρ μόνον τῷ πρεσβυτάτην εἶναι τῶν ἐν μνήμῃ τὴν πόλιν συμβαίνει καὶ τὴν ἀρχὴν ἀνήκειν εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρου


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: