previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν καὶ οἷς κατεσκεύασε τὸν βίον ἡμῖν ἀποχρώντως μνημονεύσαντας εἰκὸς ἦν δή που καὶ τὰς ἐπὶ τῶν ἑτέρων καιρῶν πράξεις μὴ παρελθεῖν, ἄλλως τε καὶ πλείους μὲν τὰς τῶν ἄλλων συμπάντων, μείζους δὲ ἁπασῶν οὔσας ὧν παρειλήφαμεν: ἑτέρου δ᾽ ὅτι συμπίπτει τῇ πάσῃ φιλανθρωπίᾳ τῆς πόλεως, ἣν ἄρτι διεξιόντες ἐπαυσάμεθα, τῶν ἔργων τῶν ἐν τοῖς πολέμοις ἐξετασμὸς, ὥσθ᾽ ἡμῖν πάλιν ἀρχὴν ἐκ τελευτῆς ἐπανήκειν. σχεδὸν μὲν οὖν οὐδὲ τὰς ἀποικίας εὕροι τις ἂν τοῦτο τὸ μέρος τῶν λόγων διαπεφευγυίας. οὐ γὰρ ἄνευ μεγάλων ἀγώνων οὐδὲ τοῦ πανταχοῦ κρατεῖν οὐδ᾽ αὗται δή που συνέβησαν. ἐπάνειμι δ᾽ ὅθεν ἐπαυσάμην. οὐ τοίνυν μόνον ταῖς ἄλλαις δωρεαῖς οὐδὲ τῇ τῶν καταφευγόντων δή που θεραπείᾳ καὶ προστασίᾳ, οὐδ᾽ οἷς, ὡς εἴπομεν, ηὔξησε τὸ Ἑλληνικὸν τῆς εἰς πάντας ἀρετῆς καὶ μεγαλοψυχίας ἐναργῆ δείγματα ἐξήνεγκεν πόλις ἡμῖν, ἀλλ᾽ οὐδείς ἐστιν ἀγὼν ὅτου δεῆσαν ὤκνησεν, ἀλλ᾽ ἀμείνων περὶ τοὺς δεηθέντας [p. 187] 'κεῖνοι συνεβούλοντο ἐγένετο. ἀφ᾽ ὧν δ᾽ ἠρξάμεθ᾽ ἀρτίως τὴν ὅλην φιλανθρωπίαν ἐξετάζειν, ταῦθ᾽ ἡμῖν καὶ νῦν τῆς ἐπὶ τῶν ἀγώνων ἀρχέτω, τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους μεθ᾽ ὅσου τοῦ κρείττονος ἠμύνατο ὑπὲρ τῶν Ἡρακλειδῶν καὶ τὸ πρᾶγμα ὡς μετέθηκεν. ὃν γὰρ οὐ πόλις, οὐκ ἀνὴρ, οὐ γένος οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν ὑφίστατο, καὶ τοσοῦτον περιῆν ὥστ᾽ ἀπειλεῖν ἀπειλὰς κοινὰς τοῖς τε Ἡρακλέους παισὶ καὶ ταῖς πόλεσι, τοῖς μὲν, εἰ φανήσονται, ταῖς δὲ, εἰ δέξονται τοῦτον, εἰς τοῦτ᾽ ἤγαγεν ὥστ᾽ αὐτὸν οἴκοι ταφῆς μὴ τυχεῖν, καὶ τῆς ἐξουσίας, ἧς παρ᾽ ἀξίαν ἀπέλαυσεν Εὐρυσθεὺς, τὴν τελευτὴν πόλις εὗρε κατ᾽ ἀξίαν. καὶ τοῦτ᾽ ἄρ᾽ ἐκεῖνος ἐν καιρῷ μόνον ὕβρισε: τοῖς γὰρ ὑπάρχουσι θαρρήσας ἔδωκε δίκην. καὶ τοῦτο μὲν ἐν τῇ Ἀττικῇ τὸ ἔργον ἐκρίθη, καὶ διὰ τῆς τῶν ἱκετευσάντων σωτηρίας ἅπασαν τὴν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: