previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀπὸ τοῦ ἴσου γίγνεται. ὥστ᾽ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχάς τε καὶ δυνάμεις ἁπλῶς: ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. εἶθ᾽ ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν, ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἀλλ᾽ ᾕρηνται κρείττους εἶναι. ἀλλ᾽ οἶμαι ταῦτ᾽ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων καὶ τὸν ἥλιον οὐχ ἑορακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. εἰ δ᾽ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμὸς, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις, ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντινοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην τὸν τῶν Ἀθηναίων ἔστι δῆμον εὑρεῖν. φανήσεται γὰρ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, δ᾽ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ [p. 289] τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς. πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντας χρησάμενος καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος δυναστείας νόμῳ κατέχων, ταυτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν: οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρ᾽ ἐνίων ἔτυχεν, ἀλλ᾽ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτ᾽ εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν: εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρ᾽ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν, τοὺς δ᾽ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; οἶμαί γε τοῖς τὴν ἀνάγκην παρασχοῦσιν: ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: