previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν: τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν [p. 163] ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι. ἀρχὴ δέ μοι τοῦ λόγου κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν. ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες καὶ λέοντες κοσμοῦσι, τὰς δὲ ἵπποι κύνες, τὰς δὲ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει: τὴν δὲ ὑμετέραν χώραν κοσμεῖ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους ἄξιον εἰπεῖν. πρώτη γὰρ ἤνεγκεν ἄνθρωπον καὶ πρώτη πατρίς ἐστιν ἀνθρώπου, καὶ ὅπερ τοῖς πᾶσι ζώοις τοῖς ἐγγείοις ἐστὶν πᾶσα γῆ, τοῦτο ἥδε νενίκηκεν εἶναι τῷ τῶν ἀνθρώπων γένει, μήτηρ καὶ τροφὸς κοινὴ καὶ τῆς φύσεως ἀφορμὴ, χῶρός τις ἀνθρώπων ἴδιος ἐκ πάσης γῆς ἐξῃρημένος, ὥσπερ οἱ τῶν τεμενῶν ὅροι. διὸ δὴ καὶ πάντα κρατίστους καὶ τῆς γιγνομένης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντας ἤνεγκεν, ἅτε οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου. οὐ γὰρ πλάνην καταλύσαντες οὐδὲ ὥσπερ ἐπὶ σκότους πατρίδα ζητοῦντες διὰ πάσης γῆς καὶ θαλάττης, οὐδὲ δυοῖν δυστυχίαιν ἡγησαμέναιν, κατέσχον τὴν χώραν, βιασάμενοι τὴν ἐπωνυμίαν, εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττους, ἀλλ᾽ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ ἐκ τῶν κόλπων τῆς γῆς ἀνῆλθε τὸ γένος, αὐτὸ ἐξ αὑτοῦ λαβὸν τὴν ἀρχήν: καὶ ξένοι καὶ πολῖται μόνῃ τῇ γῇ ταύτῃ πρέπουσι διῃρῆσθαι. οἱ μὲν γὰρ ἄλλοι καθάπερ θέαν [p. 164]καταλαβόντες οὕτω ταῦτα κρίνουσιν, οὐ τῷ μᾶλλον ἄλλων ἑαυτοῖς προσήκειν τῶν χωρίων τοὺς ἄλλους ἀφορίζοντες,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: