previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ θεοῦ χρήσαντος, προσαγαγεῖν δ᾽ αὐτὴν κοσμήσασα μήτηρ ὥσπερ εἰς θεωρίαν πέμπουσα: λεὼς δὲ ὅμοια [p. 192] τούτῳ βουλεύσας, ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ: Κόδρος δ᾽ ἐν τῷ πρὸς Δωριέας πολέμῳ καὶ Πελοποννησίους αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθανεῖν. ὥστε καὶ οἷς τοιαῦτα ὑπάρχει τῶν σφετέρων διηγήσασθαι, καὶ τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρ᾽ ὑμῖν, ἀλλὰ καὶ τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν διὰ τοσούτων καὶ ἔτι πλειόνων τῶν παραδειγμάτων, καὶ μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβολὴν μήτ᾽ ἰδίαν. οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθ᾽ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσων εἶπον κεκρατηκέναι, τῶν δὲ παρ᾽ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι περὶ τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις [p. 193] νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρ᾽ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασα.

καὶ ταῦτα μὲν ἡμῖν εἰς τοσοῦτον ἀνήχθω τοῦ λόγου, δείγματα τῆς τε πρὸς τοὺς ἔξωθεν φιλανθρωπίας τῶν προγόνων καὶ τῆς ὑπὲρ αὐτῶν εὐψυχίας ἐν τοῖς ἐπείγουσι, καὶ αὖ τῶν ἐπιφανῶν τε καὶ πολλῶν ὡς ἀλλήλοις [p. 194] ὡμίλουν. χρὴ δὲ καὶ τῶν λοιπῶν ἴσως καθ᾽ ὅσον ἐγχωρεῖ μνησθῆναι, ἐπισκοποῦντας τά θ᾽ ὑπὲρ τῶν ἄλλων καταπραχθέντα καὶ ὅσα ὑπὲρ τῆς οἰκείας ὑπέστησαν, ὅπως ἂν συμπίπτῃ τῷ λόγῳ τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν. ἔξεστι δ᾽ ἀκούοντας ἐπ᾽ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια. εἰ μὲν οὖν περὶ ἄλλης τινὸς ἦν πόλεως λόγος, οὐκ ἂν ἦν παρελθεῖν ἃς νῦν δεήσει πράξεις, ἀλλὰ μόνας ἂν ταύτας ἀπέχρησεν εἰπεῖν: εἰσὶ γὰρ οἵας ἄν τις ἐζήτησε, καὶ πολλοὶ πολλῶν ἂν χρημάτων, εἰ δύναιντο, πρίαιντο αὑτοῖς εἶναι. νῦν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: