previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸ αὐτοῦ βεβαιοῦν ἐφεξῆς ἀποδοῦναι. ἐπειδὴ γὰρ ἀνῆκεν χώρα τοὺς ἄνδρας, ἐκόσμει καὶ κατεσκεύαζε τὸν βίον αὐτοῖς, μητρὸς ἦν ἔργα ποιοῦσα, καὶ οὐ περιεῖδεν ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας, ἀλλ᾽ ἐκ τῶν αὐτῶν κόλπων ἐδωρεῖτο τὰ δεύτερα. καὶ γίγνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς πάσης τῆς οἰκουμένης ἐνταυθοῖ καὶ ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. ἔρρωτο μὲν γῆ πρὸς ἁπάσας γονὰς, θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτὰ, οἱ δὲ σπέρματα, οἱ δὲ βοσκήματα, ὧν ἔμελλεν φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον τὸ οἰκεῖον καὶ παρέξειν τὴν σκέπην κοινὴν τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεὶ, τοῖς δὲ εἰς ὅσον ἐξικνεῖτο: τέχνας δὲ ἐπὶ τούτοις ἔφαινον τὰς [p. 166] μὲν πυρὶ συγκεραννύντες, τὰς δὲ καὶ πυρὸς χωρίς. καίτοι ταῦτα οὐ μόνον τοῦ πλήθους ἕνεκα τῶν ἐνταῦθα καὶ φύντων καὶ φανέντων φιλοτιμίαν ἔχει τῇ πόλει καὶ χάριν, ἀλλὰ καὶ τεκμήρια παμμεγέθη τοῦ πρώτου λόγου, καὶ παντός ἐστιν ἐναργέστερα, ὅτι πρῶτον ἄνθρωπος ἐπὶ τῆσδε τῆς γῆς ἔστη, καὶ ταὐτὰ συμβαίνει πλήθει τε ὑπερφέρειν καὶ σημεῖα τῆς ἀληθείας ἀλλήλοις ἑξῆς εἶναι. πρώτους μὲν γὰρ φύντας ἔδει πρώτους καὶ δεηθῆναι, δεηθέντας δέ που καὶ τυχεῖν: καὶ μὴν τοῦτό γε ἀμήχανον μὴ θεοφιλεῖς ὄντας, θεοφιλεῖς δ᾽ αὖ τιθέναι τοὺς πρώτους ἀξιωθέντας φῦναι πῶς οὐκ εὔλογον; πάλιν γὰρ εἰς ταυτὸν ἐπανέρχεται. καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων χάριν εἰκὸς τῇ γῇ τὴν φορὰν πληρῶσαι, τοῦτο μὲν τῆς χρείας, ὅτι πρώτους, ὥσπερ ἔφην, τοὺς ἐν ταύτῃ κατελάμβανε, τοῦτο δὲ τῆς τιμῆς, τοῖς ἀρίστοις ὠφείλετο. λαβόντες δὲ οὕτω τὰς παρὰ τῶν θεῶν δωρεὰς οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο ὥστε


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: