previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπελείποντο, δὲ νεότης ἐχώρει. καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο, τοσούτῳ θαυμαστοτέραν τὴν προθυμίαν παρασχόμενοι: ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα τὰ ἀπὸ τῶν πυλῶν. καίτοι μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμμιγὴς ἵππων καὶ ἀνδρῶν καὶ τῶν ἄλλων ἐφολκίων τῷ στρατοπέδῳ, τῶν μὲν χρείας ἕνεκα, τῶν δὲ καὶ ψυχαγωγίας βαρβαρικῆς κεκομισμένων. ὑπερβαλόντες δ᾽ οὐκ εἶχον τι ἴδωσι, πλὴν τῶν πολεμίων καὶ τῶν ἀτόπων ἐκείνων φασμάτων. χαλκὸς δὲ καὶ σίδηρος πόρρωθεν εἶργε μὴ προσιέναι. τοσαύτη δ᾽ ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων ὥστ᾽ ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον. ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ τοὺς ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος καὶ παρασκευὴν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλ᾽ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλ᾽ εἰς [p. 202] προθυμίαν κατεχρήσαντο, οὐδ᾽ ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλ᾽ ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβαλέσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ καὶ τοῦτ᾽ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν. καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι, καὶ πάντα ταῦτα νίκη παραδίδωσι. ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες καὶ πρὸς ἀλλήλους ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: