previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς μνησθῆναι διὰ βραχέων, ὡς ἂν οἷός τε : καὶ γὰρ ἅπαντες μὲν αὐτὴν ἐγκωμιάζουσιν, οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχεδὸν οὐδείς: ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν, τις ἂν τίθηται, τίθεται τῇ πόλει. βασιλείαις μέν γε τὸ ἐξ ἀρχῆς φανεῖται χρωμένη, γενεὰς οὐκ ὀλίγας τινὰς, οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων. δημοκρατία δ᾽ αὖ καὶ παιδὶ γνώριμος καὶ καθαρωτάτη δὴ καὶ μεγίστη τῶν πασῶν παρ᾽ ὑμῖν γεγενημένη. καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν βλέψαντα πάντα ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω λαβεῖν ἀριστοκρατίας εἰκόνα μηδ᾽ ἥτις σώζει μᾶλλον τοὔνομα. οὕτω πάντα τὰ τῶν πολιτειῶν παραδείγματα ἐνθένδε ὥρμηται: καθάπερ γὰρ νομοθετοῦσα τοῖς ἀνθρώποις πόλις πρὸς τοὺς αὑτῶν τρόπους ἑκάστοις ἐκλέγεσθαι τὸ πρόσφορον, οὕτω πάντα ἐξεῦρέ τε καὶ προὔθηκεν εἰς κοινὸν, βοηθοῦσα τῇ φύσει πανταχῆ: ὅπερ καὶ κατὰ τοὺς καρποὺς καὶ πολλὰ ἕτερα ἐπιδείκνυμεν αὐτὴν βεβουλευμένην. δέ γε ἔτι μεῖζον καὶ τελεώτερον, οἵ τε γὰρ [p. 315] βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες, καὶ μάλιστα δή που πρὸς τοὺς πολλοὺς ἐξ ἴσου ταῖς γνώμαις καταστάντες, τε δῆμος, εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ, τὸ δ᾽ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάττων, εἰ τῶν ἄλλων ἀμείνους ὄντας αἴσθοιτο, ἐφαμίλλους δὲ ἐν σφίσιν αὐτοῖς. ὡσαύτως δὲ καὶ βουλὴ τὸν δῆμον ὅπως μείζω καταστήσῃ σκοποῦσ᾽ ἀεὶ, τὸ δ᾽ αὑτῆς οὐδεπώποτε ἰδίᾳ λογισαμένη, ἀλλὰ ταύτην καὶ καλὴν καὶ γιγνομένην πλεονεξίαν ἑαυτῆς κρίνουσα, τὸ τῶν πολλῶν ἐπὶ σωτηρίᾳ μετ᾽ εὐδοξίας προΐστασθαι. ὥστ᾽ εἰκότως οὐ μόνον κατὰ τὴν πολιτείαν ἑκάστην, ἀλλὰ καὶ κατὰ τὴν κρᾶσιν τῶν πολιτειῶν παρὰ πάντας τοὺς ἄλλους εὐδοκιμεῖν εἶναι τῇ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: