previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰσηνέγκατο. δ᾽ αὐτὴ θέσις τῆς τε χώρας ἐν τῇ Ἑλλάδι καὶ τῆς πόλεως ἐν τῇ χώρᾳ, μέση γὰρ ἐν μέσῃ κεῖται, τοσοῦτον πρὸς θάλατταν ἐπικλίνουσα, ὅσον τοὺς λιμένας ἧς εἰσι φαίνεσθαι. τρίτη δὲ ἀκόλουθος τούτων ἀνέχει, περιφανὴς ἄνω διὰ μέσης τῆς πόλεως, πάλαι μὲν πόλις, νῦν δὲ ἀκρόπολις, κορυφῇ παραπλησίως, οὐχ ὡς ὕστατον εἶναι τῆς πόλεως, ἀλλ᾽ ὡς περὶ αὐτὴν πᾶν τὸ λοιπὸν σῶμα τῆς πόλεως, ἄκρου καὶ μέσου ταυτοῦ συμπεπτωκότος, τὸ διὰ πάντων ἤδη τοῦτο κάλλος καὶ τελευταῖος ὅρος τῆς περὶ γῆν εὐκαιρίας. ὥσπερ γὰρ ἐπ᾽ ἀσπίδος κύκλων εἰς ἀλλήλους ἐμβεβηκότων πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ πάντων κάλλιστος, εἴπερ μὲν Ἑλλὰς ἐν μέσῳ τῆς πάσης γῆς, δ᾽ Ἀττικὴ τῆς Ἑλλάδος, τῆς δὲ χώρας πόλις, τῆς δ᾽ αὖ πόλεως ὁμώνυμος. ἀλλ᾽ ἐνταῦθα μὲν ἡμᾶς λόγος παρήνεγκε τῆς ἀεὶ παραπιπτούσης ἀκολουθίας ἐχόμενος. ἐπιστρεπτέον δὲ πάλιν πρὸς τὴν χώραν καὶ τὰ πρεσβεῖα φυλακτέον αὐτῇ, ἧς τὴν μὲν πρὸς γῆς τε καὶ θαλάττης φύσιν εἴπομεν δι᾽ ὅσων εἰκὸς ἦν, μῆκός τε φεύγοντες καὶ τὸ παρελθεῖν μὴ χεῖρον εἰπεῖν. [p. 160]

ἀλλὰ μὴν τόν γε ὑπὲρ κεφαλῆς ἀέρα καὶ τὴν τῶν ὡρῶν κρᾶσιν οὕτω σύμμετρον εἴληχεν ὥστε εἰ τῷ λόγῳ μετρίως εἰπεῖν ἦν, εὐκτὸν ἂν ἦν. ἴσον γὰρ ἁπάντων ἀπέχει τῶν δυσχερῶν καὶ μετέχουσα τῶν ἀγαθῶν τῆς δυνάμεως ἑκάστης, λυπηρὰ πρόσεστιν ἑκάστῃ πέφευγε. τεκμαίρεσθαι δὲ ἔξεστιν οὐ μόνον τοῖς ὡραίοις νικῶσι καὶ παρὰ τὴν ἐπωνυμίαν καὶ τοσοῦτον τοῦ παντὸς ἔτους κατέχουσι χρόνον, ἀλλὰ καὶ τῇ ἀποστάσει, καθάπερ ἐν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: