previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτοις ἔδει χρήσασθαι καὶ προβουλεῦσαι περὶ τῶν ὅλων, ἅπαντα πόλις ἐξήταζεν, ἀπ᾽ ἀρχῆς προτάξασα τῶν [p. 198]Ἑλλήνων ἑαυτήν. καὶ διχόθεν ἤδη ἀπὸ Περσῶν καὶ Ἀθηναίων συνεκροτεῖτο πόλεμος, τοῦ μὲν ἀπειλοῦντος καὶ πειρωμένου, τῆς δ᾽ ἀνθεστηκυίας καὶ νικώσης εὐθὺς ταῖς ἀποκρίσεσι. καὶ παρ᾽ ἀμφοτέρων τούτων ἐμαρτυρεῖτο ὅτι Ἀθηναίων καὶ Περσῶν ἐστιν πόλεμος περὶ τῆς Ἑλλάδος, τῶν μὲν λαβεῖν πειρωμένων, τῶν δὲ κωλῦσαι. ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθηλέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρ᾽ ὑμῖνκαὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. τῷ δ᾽ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵν᾽, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον, ὡς οὐδ᾽ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις. καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ: τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίγνεσθαι. καὶ οὕτω δὴ ῥίπτουσιν εἰς [p. 199] τὸ βάραθρον, ὥστ᾽ ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις καὶ παρὰ τῶν πεμφθέντων μὴ ἐκγενέσθαι μαθεῖν. δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν καθ᾽ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἕως ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν. ἐκ δὲ τούτου κήρυκες μὲν οὐκέτι ἐφοίτων εἰς τὴν Ἑλλάδα, αὐτάγγελον δὲ ἤδη κατέπεμπε τὸν στόλον, προστήσας ἄρχοντας Περσῶν τοὺς ἀρίστους, καὶ δίδωσι πλῆθος στρατιᾶς. οὗ τὸ διαλλάττον παρ᾽ ἑκάστους τοὺς ἀφηγουμένους τοσοῦτόν ἐστιν ὥστ᾽ εἶναι τὸν μέγιστον ὅρον στόλου, βουλόμενος μηδεμίαν πρόφασιν λιπεῖν μήτ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: