previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰς πόλεις ὁμοίως οἷς τε κατώρθωσε καὶ ἐν οἷς ἀπέτυχε.

καὶ μὴν αὐτὴ μὲν ἐθνῶν ἅμα καὶ πόλεων κεκράτηκεν, αὐτῆς δ᾽ οὐδεὶς ὅστις οὐ μετὰ πολλῶν συμμάχων. [p. 269] ἔτι δ᾽ αὐτὴ μὲν πρὸς ἅπαντας ὁμοῦ πολεμεῖν ἠνάγκαστο τοὺς ἐπιόντας, κινοῦντας, τῶν δ᾽ ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως τίς οὐδεὶς ἐπειράθη. ὥσθ᾽ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δ᾽ ἴσα καὶ ἀήττητος ἐστί. τὸ δὲ πάντων μέγιστον ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησενοὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέγονε πάντα τὰ τοιαῦτα ἀτυχήματααὐτὴ δὲ τὰς γνώμας τῶν ἐναντίων ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξῃ μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας τοὺς ἐν ταῖς μάχαις παρόντας καὶ πταίσαντας αὐτῶν. γνοίη δ᾽ ἄν τις ὡς οὐκ ἴσον οὐδ᾽ ὅμοιον τὸ τῶν πόλεων τούτων οὔτε τῷ μεγέθει τῶν ἔργων οὔτε τοῖς τολμήμασιν οὔθ᾽ ὅλως οὐδενὶ τῶν ὑπαρχόντων. Λακεδαιμόνιοι μὲν γὰρ ἐν Λεύκτροις ἀτυχήσαντες οὐκ [p. 270] ἀνήνεγκαν, ἀλλ᾽ ὥσπερ ἀνδρὸς τελευτὴ κἀκείνοις συνέβη. εἰρήνην μὲν γὰρ ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νομίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι, ἀναμιχθέντες δὲ τοῖς ἄλλοις Πελοποννησίοις οὐ μᾶλλον σώζειν ἑτέρους εἶχον τῶν ἄλλων ἐδέοντο σώζειν σφᾶς: καίτοι τὸ μέγιστόν γε αὐτοῖς πόλις ἤρκεσε, τὸ μὴ ὥσπερ καταιγίδος στροβίλου τινὸς ἐμβολῇ καθάπαξ ἀναρπασθῆναι. δὲ πόλις κλαπεῖσα τῇ ναυμαχίᾳ τῇ καθ᾽ Ἑλλήσποντον, καὶ στερηθεῖσα τῶν νεῶν καὶ τῶν τειχῶν, καὶ μετὰ τοῦτο ἐν αὑτῇ στάσει χρησαμένη, καὶ Λακεδαιμονίων οὐδὲν μέτριον ποιούντων, ἐκείνους μὲν δι᾽ ἑνὸς ἀνδρὸς ἀφείλετο τῆς θαλάττης τὴν ἀρχὴν, αὐτὴ [p. 271] δ᾽ ἐπέστη τοῖς Ἑλληνικοῖς ὥσπερ ἄρτι παριοῦσα ἀπὸ τῶν Μηδικῶν. οὐ τοίνυν μόνον τὰ τῶν πολέμων ἐλαττώματα κάλλιον ἤνεγκεν τὰς εὐπραξίας ἕτεροι, ἀλλὰ καὶ τὰς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: