previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνθ᾽ ὧν, ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθ᾽ ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. τῶν γὰρ Ἀθηναίων νικώντων, παρ᾽ ὑμῖν ἐστι τὸ νικᾶν. πάντας μὲν γὰρ ἁπάντων εἶναι ἀρίστους ἀδύνατον. ὥσπερ δὲ [p. 320] ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. οἶμαι δὲ οὐδ᾽ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν. χρὴ τοίνυν καὶ ὑμᾶς, ὥσπερ ἀκρόπολίν τινα κορυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης, ἀλλ᾽ οὐκ ἀποστερεῖσθαι νομίζοντας. εἴργασται καὶ ἡμῖν λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ: δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ ἧσπερ καὶ λόγος καὶ πόλις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: