previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ, μάχας τε πολλὰς προκινδυνεύσαντες, καὶ τειχίσαντες αὐτοὺς καὶ τὴν πόλιν διὰ πάντων φυλάξαντες, κάλλιστον ἐκεῖνο ἐπέθηκαν: ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκ᾽ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδ᾽ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν, οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες. καὶ τέλος εἰς τοῦτ᾽ ἀπορίας [p. 276] κατέστησαν Λακεδαιμονίους ὥστ᾽ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι καὶ δι᾽ ἐκείνου ποιοῦνται τὴν θρυλουμένην εἰρήνην, τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας προέμενοι, περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ: ἀλλ᾽ εἴ τις ἔροιτο αὐτοὺς πότερον ἑκόντες ταῦτα συνεχώρησαν, βιασθέντες, εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη προδεδωκέναι φάσκειν, τίς ἂν πιστεύσειεν; εἰ δ᾽ ἄκοντες καὶ δι᾽ ἀνάγκην, ὁμολογοῦσιν ἡττῆσθαι δή που πρὸς τὴν πόλιν τοῖς ὅλοις: οὐ γὰρ ἂν, εἴ γ᾽ εἶχον τι χρήσονται τοῖς πράγμασιν, εἶτ᾽ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν. ὥστε τῷ μόνῳ λειπομένῳ τῶν λόγων αὐτοὶ μαρτυροῦσι προέχειν τῷ πολέμῳ τότε τὴν πόλιν, καὶ ταῦτ᾽ οὐχὶ μικρόν. ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. δυοῖν γὰρ ὄντοιν ἐξ ὧν κρίνονται πόλεις, πολέμου καὶ εἰρήνης, καὶ τούτων ἀμφοτέρων τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους γενομένων, ἐπὶ μὲν τοῦ πολέμου τοσοῦτον διήνεγκεν πόλις ὥσθ᾽ μόνη κατειργάσατο, μέγιστα τῶν ἔργων ἐστίν: τοῖς ὕστερον εἴ τις τιθοῖτο, τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσονπερ ἂν εἰ καθ᾽ αὑτὴν ἠγωνίζετο. χωρὶς δὲ τούτων τοῖς τρισὶ καιροῖς μαρτυρεῖται: τὰ μὲν γὰρ πρῶτα τοῦ πολέμου μόνη κατέπραξεν, ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα τὰ ἀριστεῖα ἠνέγκατο: τὰ δ᾽ αὖ τελευταῖα αὐτῆς ἐστιν ἴδια, αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι καὶ πολὺς δρόμος: [p. 277] ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε, καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: