previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν, καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατ᾽ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. οὐ γὰρ [p. 167]ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστ᾽ οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. δοκεῖ δέ μοι καὶ Ἡρακλῆς ὕστερον παράδειγμα τοῦ βίου τήνδε τὴν πόλιν ποιησάμενος τὴν διάνοιαν ἐκείνην ὑπὲρ ἁπάντων ἀνθρώπων λαβεῖν, μετὰ τῶν θεῶν αὐτὸν καταστήσασα ἔχει. καὶ τὸ σημεῖον ἐναργὲς πρὸς Θησέα φιλία οὐ μόνον τῶν ἐκείνοις πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ τῶν οἱστισινοῦν πρὸς ἀλλήλους καθ᾽ ἑταιρίαν γενομένων παμπληθὲς ὑπερέχουσα. ἀνθ᾽ ὧν αὖ καὶ πρώτη πόλεων ἥδε ἐτίμησεν ἐκεῖνον ταῖς τῶν θεῶν τιμαῖς καὶ τοὺς παῖδας διετήρησε μόνη. ἀλλ᾽ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ: ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός.

πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεωρικοῦ τινος διάδοσιν ἐπιστήσαντες τῶν Δήμητρος, ὡς λέγεται, τροφίμων ἕνα, καὶ τὸ ἅρμα πτερωτὸν εἶναι φήμη κατέσχεν, ὅτι θᾶττον ἐλπίδος ᾔει πανταχοῦ, καὶ πρόσαντες οὐδ᾽ ἄβατον οὐδὲν ἦν αὐτῷ, ἀλλ᾽ ὥσπερ διὰ ψιλοῦ τοῦ ἀέρος, οὕτως ἐκομίζετο. δοκοῦσι δέ μοι κἀκεῖνον τὸν λόγον ἔργῳ πρῶτοι βεβαιῶσαι, καὶ καταδεῖξαι τὰς χάριτας ταχείας εἶναι τὴν φύσιν: εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. μνημεῖον δὲ καὶ σύμβολον τῆς θείας ἐκείνης πομπῆς καὶ τῆς εἰς ἅπαντας εὐεργεσίας αἱ παρὰ τῶν Ἑλλήνων [p. 168] ἀπαρχαὶ δεῦρ᾽ ἀφικνούμεναι καθ᾽ ἕκαστον ἔτος τῶν σπερμάτων ἐπὶ τῶν προτέρων χρόνων. ἔτι δὲ αἱ τοῦ θεοῦ μαντεῖαι, δι᾽ ὧν μητρόπολιν τῶν καρπῶν ὀνομάζει τὴν πόλιν, ἄμφω μαρτυρῶν, καὶ πρώτην ἔχειν καὶ τοῖς ἄλλοις παρ᾽ αὐτῆς γενέσθαι. τίθησι δὲ καὶ ἀγῶνας πρώτη πόλεων ἁπασῶν καὶ τὸ ἆθλον ἐκ τῶν εὐεργεσιῶν, καλῶς τὰ δοθέντα πιστουμένη. καίτοι πῶς οὐκ ἀληθῶς ἐκεῖνοι θεῶν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: