previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς ἄπορον καὶ ὑπερφυὲς αἴνιγμα συνηλάθη. ἀλλ᾽ ὥσπερ τῶν ποιητῶν φασί τινες τὸν Ἀλέξανδρον τῆς Ἑλένης τὸ εἴδωλον λαβεῖν, αὐτὴν δὲ οὐ δυνηθῆναι, οὕτω καὶ Ξέρξης τῆς πόλεως τοὔδαφος εἶχεν, αὐτὴν δὲ οὐχ εὗρε, πλήν γε δὴ καλῶς εὗρεν ἐπ᾽ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι, καὶ τὴν θέαν οὐκ ἤνεγκεν, ὥσπερ τινὸς ἐν μύθῳ Γοργόνος, ἀλλ᾽ ἐκπλαγεὶς ἔδεισεν οὐ μόνον περὶ τῶν λοιπῶν, [p. 213] ἀλλὰ καὶ περὶ τοῦ σώματος, πάντα τὸν ἔμπροσθεν χρόνον ἀήθης ὢν τούτου καὶ τῷ φοβεῖν συνεζηκώς. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προειρήκειν, ὅτι ἄμφω τὼ γένη τῆς πόλεως ἡττᾶτο λαμπρῶς, τό τε Ἑλληνικὸν καὶ τὸ βαρβαρικὸν, τὸ μὲν ἁπάντων ἀποτυχὸν, τὸ δὲ οὐδ᾽ ἐγγὺς γενόμενον, καὶ πάλιν μικρῷ πρόσθεν ἔφην, ὅτι μᾶλλον αἰσχυνομένη συνῆγε τοὺς Ἕλληνας δεομένη, νῦν τοῦτο ἄξιον εἰπεῖν καὶ πάρεστι διὰ τῶν πραγμάτων καταμαθεῖν. φανεῖται γὰρ πανταχῆ σκοπουμένῳ τοσοῦτον ὑπερβαλλομένη ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων μηδὲ μάλιστα αἰτία τῆς ἐλευθερίας μᾶλλον μόνη δικαίως ἂν ἀκοῦσαι πάντα κατειργασμένη. πρῶτον μὲν γὰρ ἐκεῖνο πάντες ἂν συμφαῖεν ὅτι τοῖς τοσοῦτον λειπομένοις καὶ ναυσὶ καὶ ὅπλοις καὶ σώμασι καὶ χρήμασι καὶ πάσῃ τῇ τοῦ πολέμου παρασκευῇ ἓν μόνον ἀντίρροπον κατελείπετο καὶ ὡς ἀληθῶς Ἑλληνικὸν, τὸ βουλεύεσθαι καλῶς, χρῆναι ἀτίμως συμπατηθῆναι, καθάπερ τὰ μικρὸν τῆς γῆς ὑπερέχοντα. μὴ γὰρ ὅτι εἰς ἀντιπάλων μέρος ἐξήρκουν, ἀλλ᾽ ἐν προσθήκῃ τῷ βασιλεῖ γενομένων οὐκ ἂν ἦν τὸ ἐπίδηλον. τούτου δ᾽ οὕτω κειμένου καὶ πάντων ἂν ταύτῃ [κατὰ ταὐτὸ ψηφιζομένων ἢ] θεμένων καὶ σοφῶν καὶ πολλῶν οὐκ ἔστιν ἀντειπεῖν ὡς οὐχ ἥδ᾽ ἐστὶν παρασχομένη τὸν βουλευσάμενον καὶ περὶ αὐτῶν καὶ περὶ τῶν ἄλλων σώσειν ἔμελλεν.

[p. 214]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: