previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν. τουτοισὶ δὲ ἤδη τί τις ἂν χρήσαιτο; αἰσχύνομαι μὲν γὰρ καὶ τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας, ἀλλ᾽ ὡς ἐφ᾽ ἕρμαιον πλεύσαντες, καὶ νίκας ἑτέρας ἐπὶ Θρᾴκης καὶ ὡς Κέρκυραν ἐξείλοντο καὶ τὰ κατ᾽ Ἀμπρακίαν ἔργα μέγιστα τῶν κατ᾽ ἐκεῖνον τὸν χρόνον Ἑλληνικῶν, καὶ ταῦτ᾽ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ, καὶ τὰ κατ᾽ αὐτὴν δὴ τὴν Πύλον, ναυμαχίας τε ἀπὸ [p. 260] γῆς καὶ μάχας πεζὰς ὕστερον ἐν τῇ νήσῳ γενομένας, καὶ πρὶν ταῦτ᾽ ἐξήκειν, ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους καὶ τρόπαια Κορινθίων καὶ πολλὰ ἕτερα ἐφάμιλλα καὶ εἰπεῖν καὶ θαυμάσαι. δὲ καιρὸς οὐ φέρει, ἀλλὰ μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτόν. ἔτι δ᾽, ὥσπερ εἴπομεν, οὐ συγγραφῆς ἔργον ψιλῆς προειλόμεθα ἀφηγεῖσθαι τὰ πεπραγμένα τῇ πόλει, καὶ γὰρ ἂν εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα ἐκτείνοιτο λόγος, ἀλλὰ τῶν μὲν κατὰ τοὺς πολέμους πράξεων τὰς γνωριμωτάτας εἰπεῖν, τῶν δ᾽ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει καθ᾽ ὅσον δυνατὸν μηδὲν παραλιπεῖν. ταῦτα δ᾽ ἐστὶν οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν, ἀλλ᾽ ἂν μηδὲν εἶδος εὐφημίας παραλείπωμεν. ὡς δὲ ἐδόκει τῷ δαίμονι μήπω ταῦτα ἀποχρῆν τῇ Ἑλλάδι, ἀλλ᾽ ἔτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κλυσθῆναι τὰς πόλεις, καὶ τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δ᾽ εἰς τὴν ὑπερορίαν [p. 261] ἐκπλεῦσαι κατὰ συμφορὰς, τίς Ἑλλήνων τίς βαρβάρων ἐστὶν ὅστις τὸ ἐξ ἴσου τοῖς ἀπὸ τῆσδε τῆς πόλεως ἑτέρους ἂν ἔχοι λέγειν; οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Ἐγεσταίων, διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἀνθ᾽ ὧν ἐκεῖνοι πρότερον ἐπὶ τοὺς Ἕλληνας τοὺς ἐν Σικελίᾳ, τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας, ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος ἐκπέμποντες. καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἧττον ἴσως ἄξιον ἐκπλαγῆναι διὰ τὴν ἀεὶ τοῦ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: