previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκείνοις μήτ᾽ αὐτὸς αὑτῷ τὸ μὴ οὐ πρᾶξαι περὶ ὧν ἐνετέλλετο. ταῦτα δ᾽ ἦν τὴν μὲν πόλιν καταποντίσαι, τὸ δὲ φῦλον κομίζειν ἅπαν ὡς αὑτὸν δὴ προειρήκειν τῷ σχήματι. θυμοῦ μὲν δὴ καὶ παρασκευῆς οὕτως εἶχε τὰ τοῦ βασιλέως, οἱ δ᾽ ἐφέροντο ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον, ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας, φυγῆς δ᾽ ἐμπιμπλάντες τὴν θάλατταν: ὥστ᾽ οὐδεὶς ἦν ὅστις νῆσον τότ᾽ ἂν οἰκεῖν ἐβούλετο. ἔτι δ᾽ αὐτοῖς οὖσιν ἐν πλῷ καὶ μικρὸν πρὸ τῆς καταγωγῆς ἔδοξεν ἀπάρξασθαι τοῖς τοῦ [p. 200] βασιλέως ἐπιτάγμασι καὶ ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου: καὶ δόξαν οὕτως Ἐρετριᾶς ἐπιβάντες ᾤχοντο φέροντες, σαγήνην τινὰ μιμησάμενοι ναυτικήν. καὶ τὸ μὲν Ἐρετριέων γένος οὕτως ἀνήρπαστο ὡσπερεὶ παρ᾽ ἄλλου τινὸς τῶν κρειττόνων ἁρπασθὲν, οἱ δ᾽ ἐπὶ τὸν δεύτερον ᾔεσαν, ὡς ἀνασπάσοντες αὐτοὺς ἤδη τοὺς Ἀθηναίους καὶ τὴν Ἑλλάδα ἀναρπασόμενοι, κακῶς εἰδότες οἵαν θήραν μετέρχονται καὶ ὅτι οὐκ ἐνέχονται τῷ λόγῳ ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν, ἀλλὰ μᾶλλον τὰ τῷ διώκειν συνήθη.

οὕτω δὲ τούτων κεχωρηκότων καὶ φερομένων αὐτῶν πρὸς τὴν ἤπειρον ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κακοῦ, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες καὶ πάλαι προϊδόντες τὴν διάβασιν καὶ τότε ὁρῶντες ἤδη καθῆντο ἐκπεπληγμένοι, τὸ μέλλον ἀποσκοποῦντες, ὀνειροπολοῦντες ἕκαστοι τὰς Ἐρετριέων συμφορὰς, καὶ τοσοῦτον τῶν δεινῶν ἀπέχειν νομίζοντες ὅσον τὸν στρατὸν αὐτῶν. δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον πρὸς ἀγῶνα κοσμουμένῃ. ἱερά τε γὰρ πάντα ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον [p. 201]τρόπον, συμμάχους τε καλοῦσα καὶ ἡγεμόνας ποιουμένη: ὡς δ᾽ αὐτῇ τὸ θεῖον ἤσκητο, οὐδὲν ἦν ἀργὸν ἔτι, ἀλλ᾽ οἱ μὲν φύλακες τῶν ἱερῶν οἱ γέροντες καὶ τῆς πόλεως


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: