previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σαλαμῖνος νῆσον, ὅπως ἀκριβέστερον δικτύῳ συγκλείοιντο οἱ Ἕλληνες. δοκεῖ γὰρ εἶναι μεγάλη συμφορὰ καὶ παρὰ τὸν νόμον τὸν Μηδικὸν, εἴ τις τῶν ἀνταίρειν τῷ βασιλεῖ τολμησάντων διαφεύξεται. κατὰ οὖν τοὺς ἐκπίπτοντας ἐκ τῆς ναυμαχίας ἐτάχθη τὰ κύρια τῆς στρατιᾶς, ἄνδρες Περσῶν οἱ πρῶτοι, καὶ κατέσχον τὴν νῆσον ἐφεστηκότες ὡς ἐφ᾽ ἑτοίμοις. ὡς δὲ τῶν πρώτων ἀπέτυχον καὶ μετὰ τῶν Ἑλλήνων ἦν τύχη καὶ περιέστραπτο πεῖρα, ἀνὴρ Ἀθηναίων εἷς ἐθελοντὴς τὸν κίνδυνον ὑφίστατο καὶ λαβὼν τοὺς ὄντας αὐτῶν ἐν Σαλαμῖνι τοὺς [p. 230] πρεσβύτας ἀποβιβάσας εἰς τὴν νῆσον κτείνει πᾶν τοῦτο τὸ Περσικόν. Ξέρξης δὲ καθῆστο μὲν ἐπὶ τῆς ἠπείρου κεκοσμημένος, ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν, τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν γιγνομένων, οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρ᾽ αὑτοῦ φόβον ἀρκέσειν. καὶ τοσοῦτον ἦν ἄρα τὸ ἔργον αὐτῷ ὅσον τοῖς μὲν ὀργισθῆναι, τοὺς δὲ τιμῆσαι τῶν στρατιωτῶν. ὡς δ᾽ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν καὶ πάντα νεκρῶν καὶ ναυαγίων μεστὰ καὶ κυριωτέρους ἑτέρους φοβεῖν καὶ τοὺς ἐκείνου καὶ αὐτὸν, ἐκπλαγεὶς καὶ νομίσας θαυματοποιὸν εἶναι τὴν πόλιν παλινῳδίαν ᾖδε, καὶ μεταστρέψας ᾔει τὴν αὐτὴν, οὐ μετὰ τοῦ αὐτοῦ σχήματος, ἓν ἤδη τοῦτ᾽ ἀγώνισμα ποιούμενος τὴν σχεδίαν καταλαβεῖν.

οὕτω διὰ πάντων πόλις πᾶν ἔσωσε τὸ Ἑλληνικὸν, καὶ τοῖς πᾶσιν ἐδείχθη μόνον φυλακτήριον οὖσα τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τῷ λοιπῷ μέρει τῆς οἰκουμένης. τίσι δὲ λέγω τοῖς πᾶσιν; οἷς ἐνίκα πρότερον μόνη Μαραθῶνι, οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συστάντας, οἷς αὐτὴ κεφάλαιον τοῦ πολέμου τοῖς στόλοις ἀμφοτέροις ἦν, τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως, τοῖς ἐπ᾽ Ἀρτεμισίῳ νικῶσι διὰ τῆς πόλεως, ταῖς τοῦ θεοῦ [p. 231]μαντείαις, ὧν αἱ μὲν τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν, αἱ δὲ ἀπολέσθαι τοὺς Ἕλληνας ἔφραζον, εἰ συσταῖεν Ἀθηναῖοι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: