previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἰδίους, τοὺς δ᾽ ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος, τοὺς δ᾽ ὑπὲρ τῶν ἐν μέρει δεηθέντων, κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφ᾽ ὧν ἠδίκητο καὶ οἷς ἐγκαλεῖν εἶχεν ἐκ τῶν πρόσθεν. φημὶ τοίνυν ἐγὼ τουτὶ μόνον τὸ σχῆμα τοῦ πολέμου πάσας ὁμοῦ τὰς Ἑλληνικὰς πράξεις ἐλέγχειν ὑστέρας οὔσας. πλείους γάρ εἰσιν οὓς πόλις ἀγνωμονήσαντας εἰς αὑτὴν ἔσωσεν ὅσοις μᾶλλον χάριν εὖ [p. 293]ποιήσασιν ἀπεμνημόνευσε, λέγω δὴ Θηβαίους ἀπὸ Λακεδαιμονίων, Κορινθίους ἀπὸ Λακεδαιμονίων, Λακεδαιμονίους ἀπὸ Θηβαίων, Εὐβοέας ἀπὸ Θηβαίων, ὅτε διττῆς ἀρετῆς δείγματα ἐξήνεγκε, τοῖς μὲν τὰς πόλεις φυλάξασα καὶ τὴν χώραν ὑφ᾽ ὧν ἀπεστέρητο τὴν αὑτῆς, τοὺς δ᾽ ὡς ἐκράτησεν ὑποσπόνδους ἀφεῖσα, αὖθις Εὐβοέας ἀπὸ Φιλίππου, Βυζαντίους, Περινθίους, Χερρονησίτας, Χαλκιδέας τὸ καθ᾽ αὑτὴν, ἑτέρους μυρίους. ἀνθ᾽ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος. ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦθ᾽ πόλις πᾶσι κοινῇ γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις, τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις.

τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δ᾽ ἧττον ἐμφανίζει τί ποτ᾽ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δ᾽ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν Ἑλλὰς ἐλάττων γενήσεσθαι: οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθ᾽ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε.

[p. 294]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: