previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἐῶσί γε ἀπελθεῖν αἱ πράξεις, ἀλλὰ καλοῦσι καὶ προσάγουσιν εἰς τὸ πρόσω τοῦ λόγου, καὶ τοσούτῳ μᾶλλον ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν τοῖς ἐφεξῆς ἐποιήσατο πόλις ὥσθ᾽ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσονπερ πρὸ τοῦ τοὺς ἄλλους. καὶ πρὶν [p. 206] τὰ πρῶτα ἀξίως τινὰ θαυμάσαι, ἐπέθηκε τὰ δεύτερα, ὥσπερ αὐτὴ πρὸς αὑτὴν ἁμιλλωμένη. γενομένου γὰρ τοῦ Μαραθῶνι τολμήματος καὶ τῶν βαρβάρων ἐλαθέντων ἐκ τῆς Ἑλλάδος ὥσπερ κονιορτοῦ, Δαρεῖος μὲν οὐκ εἶχεν τι χρήσεται, ἀλλ᾽ ὥσπερ ἐκ θεοῦ πληγεὶς ὑποπεπτώκει τῇ πόλει καὶ τοὺς αἰτίους τῆς διαβάσεως κατεμέμφετο, ὡς κακῶς προξενήσαντας αὐτῷ τοὺς Ἀθηναίους, καὶ τελευτᾷ δὴ, πρίν τι δεύτερον κακὸν αὑτὸν ἐξεργάσασθαι. δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης Δαρείου, καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι, μετὰ πολλοῦ τοῦ κρείττονος. καὶ τοσοῦτον ὕβρισε τῇ ὑπερβολῇ ὥστ᾽ ἔγνω τὸν πρότερον στόλον ὡσπερεὶ παιδιὰν ἀποφῆναι. δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημίας τότε Ξέρξης οὐ μόνον πρὸς τὸν πατέρα ἁμιλλήσασθαι καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὑτοῦ βεβαίως ἐστὶν γῆ. ποίαν γὰρ κυμάτων ἐπιρροὴν, τίνας σκηπτοὺς, τίνας σεισμοὺς, ποίαν νεφῶν χαλάζης ἐμβολὴν, ποίους ἀήθεις ἀστέρας οὐκ ἐλαφροτέρους ἐκεῖνός γε ἀπέδειξεν; ποίους φόβους ἐγγείους θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρ᾽ αὑτοῦ; οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι, ἀλλ᾽ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ [p. 207]προὔλεγον μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου μόνου. αἰτεῖν μὲν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: