previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀθηναίους ὑπὲρ σφῶν ἀγωνίζεσθαι λείπεσθαι. κἂν εἰ πάλιν αὐτὸς θεὸς αὐτοὺς ἐπανήρετο, οὐκοῦν ὁμολογεῖτ᾽ Ἀθηναίοις γε θαρρεῖν ὑπὲρ αὑτῶν μᾶλλον ὑμῖν αὐτοῖς, ἄρνησις οὐκ ἦν δήπουθεν. οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν, ἀλλ᾽ παρὰ πάντων συντέλεια μέρος τῶν ἰδίων τῆς πόλεως ἐγένετο. ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην συνεισήνεγκαν ὥστε μικρὸν εἶναι τὸ ταῖς ναυσὶ τοσοῦτον ὑπερέχειν. μόνοι μὲν γὰρ ἁπάντων [p. 216]ἀνθρώπων ὑπέμειναν τὴν ἑαυτῶν ἐκλιπεῖν ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνάστατον γενομένην ἐπιδεῖν, μόνοι δὲ οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες, ὑπὸ σφῶν αὐτῶν ἐξῳκίσθησαν ὑπὲρ νίκης, οὐ κατὰ συμφορὰν ὑφ᾽ ἑτέρων, ἀλλ᾽ τοῖς ἄλλοις πέρας εἶναι δοκεῖ τῶν ἐν τοῖς πολέμοις ἀτυχημάτων, ταῦτ᾽ εἰς ἀρετὴν ἔτρεψαν καὶ παρείλοντο Ξέρξην τὰς ἐλπίδας τὸ καθ᾽ αὑτοὺς, ἐνδειξάμενοι τοῦθ᾽, ὅτι κἂν μυριάκις κατάσχῃ τὴν χώραν, κἂν τὰς ἑστίας διερευνήσηται, κἂν ἐκ βάθρων ἅπαντα ἀνασπάσῃ, οὐδὲν μᾶλλον τὸ τῶν Ἀθηναίων ἀξίωμα καθαιρήσει οὐδὲ ἀφαιρήσεται σφᾶς τό γ᾽ Ἀθηναίους εἶναι, ἀλλ᾽ ἀπέραντα πονεῖ καὶ τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια. καίτοι τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτ᾽ ἐν γῇ μήτ᾽ ἐν θαλάττῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφ᾽ ὧν αὐτοὶ προεῖντο τὴν αὑτῶν. μὲν δὴ πρὸ τῶν κινδύνων τε καὶ πρὸς τοὺς κινδύνους προθυμία τοσαύτη καὶ οὕτως ἄλογος ὡς εἰπεῖν, τό γε ἀληθέστερον εἰπεῖν, οὕτως εὔλογος: δὲ παρ᾽ αὐτὸν τὸν ἀγῶνα καὶ κίνδυνον οὕτω περιφανὴς ὥστε μόνους ἔξεστιν εἰπεῖν ἐπὶ σφῶν αὐτῶν νικῆσαι: πρῶτοι γὰρ ἐποίησαν τὴν τροπήν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: