previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας τοὺς ἀντιπάλους ἐνίκα: καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον: μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν: οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δ᾽ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλ᾽ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις, καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν τῆς πόλεως εἰρήνη λέγει, δ᾽ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς [p. 278] ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρ᾽ ἴσον τὸ κεφάλαιον, μικρὸν τὸ διάφορον, ἀλλ᾽ οὐ πᾶν τοὐναντίον;

πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετ᾽ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι: οἱ δ᾽ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἵα περὶ τοὺς δυστυχήσαντας πόλις ἐστίν: ἀλλ᾽ ὅμως οὐδ᾽ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γ᾽ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δ᾽ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλ᾽ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, πόλις δ᾽ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτ᾽ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δ᾽ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις [p. 279] μὲν γὰρ οἶμαι παρ᾽ ἐλπίδας δύναμιν τὰ τοιαῦτα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: