previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάλαι κοινωνὸν ἦγεν, ἀφ᾽ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ: καὶ μὲν κατειργάσατο μετ᾽ αὐτῶν καὶ ὑπὲρ αὐτῶν ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι: τὴν δ᾽ οὖν ἐπιτροπὴν οὕτω λαμπρὰν αὐτῶν ἐποιήσατο ὥστ᾽ αὐτοῖς τὴν συμφορὰν λυσιτελῆσαι. οὐ γὰρ τὴν ὀρφανίαν μόνον ἄδηλον κατέστησεν, ἀντὶ τοῦ πατρὸς αὐτοῖς γενομένη, ἀλλὰ καὶ ὡς πατρόθεν εὐεργέτας τῶν ἀνθρώπων οὕτως ἐτίμησε, τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ, πρώτους δὲ θρέψασα δημοσίᾳ, πατρὸς εὐεργέτου παῖδας, ὥσπερ οὓς ὕστερον τῶν ἐν τῷ πολέμῳ τελευτησάντων τρέφειν ἐνόμισε. καὶ μέντοι καὶ τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ: τῶν γὰρ ὑπηργμένων ἀξίους εὗρεν: δ᾽ ἐκείνων ὁδὸς τὸ δεῦρο κοινὴ πάντων ὕστερον τῶν ἐκπιπτόντων ἐγένετο, μᾶλλον δὲ ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον. ἅπασι γὰρ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς, καὶ πάντες ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν οἱ Ἕλληνες ἀληθῆ νομίσαντες, ἰδίᾳ μὲν ἕκαστοι τὴν ἀρχαίαν, κοινὴν δ᾽ ἅπαντες ταύτην προσονομάζοντες πατρίδα, καὶ τὴν μὲν προτέραν δευτέραν, τὴν δὲ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει. τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὑτοῖς εἶναι καὶ λυσιτελεστέραν, ὅσῳ μᾶλλον ἀνάλωτον καὶ ὡς ἀληθῶς [p. 177] ἱερὰν καὶ μετὰ τῆς πείρας ἔγνωσαν, ὀρθῶς βουλευόμενοι, τοῦτο μὲν οἱ περὶ Θήβας ἀτυχήσαντες καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες, τοῦτο δὲ Θετταλῶν οἱ ταύτῃ τραπόμενοι καὶ Ταναγραίων οἱ μεταστάντες, Δωριέων Πελοποννήσου κρατησάντων, ὑπὸ τῶν εἰξάντων ἀναστάντες: οὗτοι δ᾽ ἦσαν Ἰωνία πάντες. τὸ δ᾽ αὐτὸ πρὸς τοὺς ἀπ᾽ ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θ᾽ ἑσπερίου καὶ τοῦ ἑώου. καὶ γὰρ καὶ τούτους κἀκείνους ἐν ταῖς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: