previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν παῖδες, θεῶν δὲ καὶ τρόφιμοι, πρόγονοι δὲ τοῦ κοινοῦ βίου πᾶσιν ἀνθρώποις; οἳ μετὰ τοιαύτην τιμὴν παρὰ τῶν θεῶν αὐτοῖς ὑπάρξασαν ἄλλα καλλίω τοῖς ἐξ ἑαυτῶν εἰς φιλοτιμίαν κατέλιπον, τοιοῦτοι μὲν πρὸς τοὺς δόντας θεοὺς γενόμενοι, οὕτω δ᾽ αὖ καὶ τοῖς ἄλλοις ὁμιλήσαντες ἀνθρώποις. καὶ τοῦτο μὲν ἐνταυθοῖ λῆξαν τελέως ἡμῖν διήνυσται, τὰ δ᾽ ἐντεῦθεν ὥσπερ ὁδοῦ διττὰ φέρει καὶ πλείω τμήματα τοῖς μὲν εἰρημένοις ἕκαστον ἐφεξῆς, ἐν μέρει δ᾽ εἰπεῖν, εἰ σώζοντα ἐν ἀλλήλοις τὴν διαδοχὴν, οὔπω δῆλον.

κράτιστον δ᾽ ἴσως περὶ τῶν θείων πρῶτον διεξελθεῖν, εἶθ᾽ οὕτως καὶ περὶ τῆς ἄλλης ἐκείνων ἀρετῆς διαλέγεσθαι: ἔτι δ᾽ ὧν καθ᾽ αὑτούς τε καὶ ἐν κοινωνίαις εἰργάσαντο οἱ καθ᾽ ἑκάστους ἀεὶ τοὺς χρόνους. μικρὸν δὲ [p. 169] ἀναλήψομαι: οὐ γὰρ μόνον οἷς εἶπον ἐτίμησαν οἱ θεοὶ τὴν γῆν ὑμῖν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις μεγάλοις, μεγίστῳ δὲ, καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει: περὶ γὰρ μόνης ταύτης τῶν ὑφ᾽ ἡλίῳ πόλεων ἤρισαν καὶ καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ σχεδὸν ὡς εἰπεῖν οἱ πρῶτοι τῶν θεῶν. ταύτης δὲ τῆς τιμῆς οὐχ ἥττω τὴν δευτέραν ἐπεδείξαντο, ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς τοῖς τότε τὴν χώραν ἔχουσι, νομίσαντες χάριεν καὶ κοῦφον ἐπ᾽ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι. φανέντων δὲ τῶν συμβόλων ἑκατέρωθεν, τοῦ τε ῥοθίου καὶ τοῦ θαλλοῦ, νικᾷ μὲν Ἀθηνᾶ καὶ καταδείκνυσι τὸν θαλλὸν νικῆς εἶναι σύμβολον, Ποσειδῶν δὲ ὑπεχώρησε μὲν, οὐ μὴν κατέλυσε τὸν ἔρωτα. τῆς δὲ παρ᾽ ἀμφοτέρων σπουδῆς τε καὶ τιμῆς οὐκ ἐλάττω σημεῖα τὰ δεύτερα: μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει, δὲ ταῖς ναυμαχίαις οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας, οἶμαι δὲ καὶ οἷς ὅλως ἀγῶνες καὶ νῖκαι ναυτικαὶ γεγόνασιν. ἀλλ᾽ μὲν περὶ τούτων ἐκδέχεται λόγος


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: