previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πόλιν, εὖ τε καὶ ὡς ἑτέρως χωροῦσιν, ὡς τά τ᾽ εἰρημένα δηλοῖ καὶ δι᾽ ὧν προσθήσομεν ἔξεστι θεωρεῖν. πάσχω δ᾽ ἔγωγε πρὸς τὰς τῆς πόλεως πράξεις ὅπερ οἱ πρὸς τοὺς ἐν ὥρᾳ: ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται καὶ τίθεμαι τούτῳ κατὰ τὸν λόγον. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς, ἐγὼ δ᾽, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοιπῶν τὰ γνωριμώτατα, ἐξ ὧν ἅμα τήν τε γνώμην καὶ τὴν δύναμιν τῆς πόλεως ἔξεστι λογίζεσθαι. ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον καὶ θαυμαστὸν ἤρατο ὑπὲρ Θηβαίων. ἐπειδὴ γὰρ ὡς ἀπειρηκότων ὑμῶν Λακεδαιμόνιοι παιδιὰν τὰ λοιπὰ κρίναντες ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων καὶ φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον, ἀμφότερα ἐξέπληξε τοὺς Ἕλληνας: οὔτε γὰρ πόλις ἐχθροῖς πικροτέροις οὔτ᾽ αὖ Λακεδαιμόνιοι συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνατωτέροις ἐπ᾽ αὐτὴν ἐκείνην ἐκέχρηντο, οὐ μόνον ἀρχομένου τοῦ πολέμου καὶ μεσοῦντος, ἀλλὰ καὶ τὰ τελευταῖα πεπαυμένου. ἀλλ᾽ ὅμως δῆμος οὐκ ἐφήσθη [p. 275] τοῖς γιγνομένοις, οὐδ᾽ αὖ τὴν ἀκαιρίαν κατεμέμψατο τῷ μήτε ναῦς μήτε τεῖχος ἔχειν πω τότε, ἄλλ᾽ ὥσπερ οὗ Λακεδαιμόνιοι κινοῦνται, ἐνταῦθα σφᾶς δέον εἶναι τοὺς ἀπαντῶντας, παραβάλλοντες μέσην τοῖς τοῦ πολέμου κινδύνοις τὴν πόλιν, παρ᾽ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα, ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάνδρῳ καὶ Παυσανίᾳ τὴν Βοιωτίαν ἐξείλοντο. καὶ τότε δὴ Λύσανδρος ἀκριβῶς ᾔσθετο ὅτι οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθηναίων πόλιν, ἀλλ᾽ ὥσπερ ὠνειροπόλησε τοῖς παισὶ παραπλησίως: μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς, δ᾽ οὐ τὰ τῶν Ἑλλήνων διῴκει, ἀλλ᾽ ὁμοῦ τοῖς ἄλλοις ἔκειτο. οὐ πολλῷ δ᾽ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα μετῆλθε δίκη, καὶ καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν: ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς οὐκ ἄν ποτε τὴν ἱκανὴν δίκην ἔχειν νομίσαι πᾶς τις ἂν εἴκασεν ἐκ τῶν ὑπαρχόντων, οἱ δ᾽ ἅπερ περὶ Θηβαίων, ταῦτα καὶ περὶ τούτων γνόντες βοηθοῦσιν εἰς Κόρινθον, ὡς ἄν τις ὑπὲρ τῆς οἰκείας: καὶ γενομένου τοῦ πολέμου


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: