previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν εὔνοιαν ἤρκει παρὰ πάντων ὑμῖν εἶναι κατὰ φύσιν. οὐ μὴν ἀλλ᾽ οἷ βλέπων τὸ δίκαιον ἐποιούμην καὶ περὶ ἧς εἶχον ἐν νῷ τροφῆς εἰπεῖν, τῆς ὡς ἀληθῶς καθαρᾶς καὶ διαφερόντως ἀνθρώπου, τῆς ἐν μαθήμασι καὶ λόγοις, τίς οὕτως ἔξω τούτων ἐστὶν ὥστ᾽ ἀγνοεῖν παρ᾽ ὑμῶν οὖσαν ἅπασι τὴν ἀρχήν; ὥστε εἰκὸς καὶ τὸν περὶ τούτων λόγον [p. 151] δεῦρο κομίζειν καὶ τιμᾶν τοῖς γιγνομένοις τὴν πόλιν. ὡς τὰς μὲν ἄλλας χάριτας δικαίας μὲν, οὐ μὴν τῶν πραγμάτων ἄντικρυς εἶναι συμβέβηκε, μόνην δὲ ταύτην γνησίαν τῆς εὐεργεσίας ἔξεστι προσειπεῖν. γὰρ ὑπὲρ λόγων λόγῳ γιγνομένη χάρις οὐ μόνον τὸ δίκαιον ἔχει μεθ᾽ ἑαυτῆς, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου πρῶτον ἐπωνυμίαν βεβαιοῖ, μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος. μηδεὶς δὲ ὑμῶν, νῦν τε παρόντες τοῖς λόγοις καὶ χρόνῳ συνεσόμενοι, μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παντὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ λόγου μήτε πολλὰ καὶ ἐργώδη τῷ λόγῳ πρόσεστι δείσαντες ὑπέστημεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα. μάλιστα μὲν γὰρ, εἰ καὶ τοῦτο ἄξιον αἰτίας, οὐδὲ τὰ πρὸς τοὺς θεοὺς ἡμῖν γε παρεῖται τὸ μὴ οὐ τετολμῆσθαι. ἔπειτ᾽ οὐδέ με τοῦτο λέληθεν ὡς ἐργώδης λόγος καὶ χαλεπὸς διενεγκεῖν καὶ τὰς ἐκδρομὰς ὁπόσας ἔχει: ἃς καὶ συνιδεῖν ἁπάσας καὶ διελέσθαι καθ᾽ ἑκάστην καὶ πληρῶσαι διὰ τέλους ἀδύνατον μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ: πρὸς δὲ τούτοις, ἐφ᾽ ὅσοις ἔθνεσι τοῖς περὶ αὐτῶν εἰρηκόσι καὶ προκατειληφόσι τὰς ἀκοὰς ἐπερχόμεθα, μεῖζον ἔχοντες ἔργον τι φυλαξόμεθα ὅτῳ χρησόμεθα εὑρεῖν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: