previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν [p. 182] εἴσπλων ἀποχωρῆσαι. ἐξ ὧν τῶν νήσων κύκλος ᾠκίσθη βεβαίως καὶ διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν σύνδυο καὶ σύντρεις πόλεις, ὥσπερ ἐν ἠπείρῳ νήσου μιᾶς ἀμείβοντας ἔστιν οὗ: οὕτως εὖ κατεσκεύασε τὴν θάλατταν. πρὸς δὲ τούτοις τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε, τοὺς ἑσπερίους τόπους οἰκειουμένη καὶ πανταχόθεν τοὺς βαρβάρους ὥσπερ προβόλοις ἀνείργουσα: ὡς δ᾽ αὐτῇ διχόθεν κατεσκεύαστο τῆς Ἑλλάδος φρουρὰ καὶ συνεκέκλειστο ὥσπερ λιμέσι κλειστοῖς, οὕτως ἤδη καὶ μέχρι τῆς ὑπερορίας ᾔει διὰ τῆς θαλάττης, καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς πολλὰς καὶ μεγάλας ἀποικίας, συνάπτουσα τὴν γῆν ὡς μίαν οὖσαν τῇ φύσει, καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα, ἕως κατεσκεύασε τὸ ἐπὶ τῆς Ἀσίας ἀντίπρῳρον, εἰ οἷόν τ᾽ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ, μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι, μέγα δ᾽ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν μέλλων χρόνος. κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα οὐ μόνον τῷ πλήθει καὶ ἅμα καιρίῳ τῆς χώρας, ἀλλὰ καὶ τῷ δεῖξαι τὴν ὁμόνοιαν ὅσων καὶ οἵων ἀγαθῶν αἰτία γίγνεται. ταύτης δὲ τοιαύτης ὥσπερ κρηπῖδος ῥίζης ὑποκειμένης ἐξεφοίτησαν καὶ διὰ πάσης ἤδη γῆς αἱ τῶν Ἑλλήνων ἀποικίαι. τοῖς γὰρ πεμφθεῖσι καὶ κρατήσασιν ἔρως ἐμπίπτει μιμήσασθαι τὴν μητρόπολιν. καὶ διαλαβόντες ᾤκιζον τὴν γῆν, ἐκτείνοντες [p. 183] ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος, ἕως ἐξεπλήρωσαν ἅπαν τὸ δεχόμενον. καὶ νῦν ἐπ᾽ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ὑμετέρων παίδων παῖδες οἰκοῦσιν, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δ᾽ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. ὥστ᾽ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: