previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις: τὸ δὲ μηδ᾽ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι, [p. 262] ἀλλ᾽ ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δ᾽ ἱππέων, οἷς οὔτε πλῆθος οὔτ᾽ ἀρετὴν ἴσους εὑρεῖν ἦν: ἔτι δὲ νεῶν τοσούτων καὶ βελῶν καὶ σκευῶν καὶ τεχνῶν καὶ συμμάχων καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς κατασκευῆς μεθεστηκυίας, ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης, κεκενωμένης μὲν τῆς ἀκροπόλεως ταλάντων ὀλίγου δεῖν μυρίων, Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν καὶ τῶν ἄλλων οὐκέτ᾽ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων, ἀλλ᾽ ἐκ μέσης τῆς Ἀττικῆς, ἐκ Δεκελείας, μεθεστηκότων δὲ καὶ τῶν οἰκετῶν οὐκ ἔλαττον πλήρωμα ἔθνους εἶναι δοκεῖν, ἀδείας δ᾽ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις, τοσούτου δὲ ὄντος πολέμου περὶ τὴν πόλιν, τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι ὥσθ᾽ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ καὶ στρατηγοὺς ἐφαμίλλους, καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας, ποίᾳ ταῦτ᾽ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; γενομένου δὲ τοῦ μεγάλου πάθουςοὐ γὰρ οὖν σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλινοὕτω τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλ᾽ ἄρτι προσκεκτημένῃ. καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ [p. 263] τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδ᾽ ἂν εἷς ἀξίως εἴποι. περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δ᾽ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: