previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δ᾽ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστ᾽ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ [p. 273]πολέμου συμφοράν: οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;

δ᾽ οὐδενὸς ἧττον τῶν ὑπ᾽ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι, Λακεδαιμονίων γὰρ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν δῆμος, ἵν᾽ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν: ἔκρυπτον γάρ: δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ: πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων: τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν [p. 274] τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: