previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐχρῶντο; μὴ γὰρ ὅτι λειπομένης μὲν τῆς θαλάττης μόνης, τοσαύτας δὲ ναῦς αὐτοὺς ἰδίᾳ παρεχομένους, τῶν δ᾽ ἐλπίδων ὄντας τὸ κεφάλαιον, ἐφεστηκότας δὲ τῇ ῥοπῇ τῆς σωτηρίας, μόνους δὲ ἀγωνιστὰς ὄντας τοῦ πράγματος [p. 220] ἀξιόχρεως, πάντων δὲ προβεβληκότας αὑτοὺς, οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων, ἔχοντας δ᾽ ὡς εἰπεῖν παρ᾽ αὐτῶν ὧν ἐποίουν τὴν ἡγεμονίαν: ἀλλ᾽ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενὸς, πάντες δ᾽ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις ἀλλήλοις, ἔρανος δ᾽ ἦν, ἔδει δ᾽ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἀστέρες; πῶς οὐχ ὑπὲρ σύμπαντας ἦσαν ταῖς ψήφοις, οὐ μόνον κατὰ τὴν ἐπιστήμην; καίτοι τοῦτο ἔσχατον εἶναι δοκεῖ τῶν δικαίων ἐν τοῖς τοιούτοις: οὐ γὰρ δή που κατὰ μίαν μὲν τῶν τριήρων αὐτοῖς οὕτως ἦρχον οἱ κυβερνῆται τέχνῃ προκριθέντες, πασῶν δὲ λαβεῖν τὴν ἡγεμονίαν οὐ τοῖς ταῦτα κρατίστοις ὠφείλετο, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον. ἀλλ᾽ ἐκεῖνό γε δὴ καὶ πρόδηλον καὶ μόνον ἀρκοῦν, τῶν συνειλεγμένων δέον τινὰς ἡγεῖσθαι τοῦ πρὸς τὸν βάρβαρον πολέμου, οὐ τοὺς πρὸς τὸν πρότερον στόλον τῶν αὐτῶν τούτων βαρβάρων μόνους κινδυνεύσαντας ὑπὲρ πάντων, τούτους ἡγεῖσθαι ἔδει; οἷς γὰρ τὰ παρόντα κοινὰ πρὸς τοὺς μετέχοντας ἦν, οὗτοι τοῖς ἰδίοις ἐνίκων ἅπαντας: καὶ τοσούτῳ γε ἐλάττω τὴν χάριν ἐκομίζοντ᾽ ἂν, ὅσῳ πάντας μὲν ἠλευθέρωσαν, τῶν παρόντων δὲ ἔμελλον ἡγήσεσθαι. [p. 221]

καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα, ἀλλὰ πάντες ἀμφοῖν χεροῖν ἀπέστησαν, πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι; οἳ πανταχῆ παρεῖδον τὰ καθ᾽ ἑαυτοὺς, καὶ τοσοῦτον μὲν τὸν πρόσθεν ἀράμενοι, πάλιν δὲ ἐν τῷ τότε ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι πλέον οὐδὲν ἐζήτησαν. εἰ δὲ μὴ προσέξειν ἔμελλον αὐτοῖς οἱ Ἕλληνες, οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον, τί ἦν ἐν μέσῳ τῆς οὐδ᾽ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι ἀλλ᾽ οὐδ᾽ ὄνομα νῦν λείπεσθαι; ἀλλὰ μὴν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: