previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάντων ἀποκνούντων, μόνοι δὲ τὸ πᾶν ἐξειργάσαντο, ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει πρότερον παρασκευάσαντες, ὥστ᾽ ἐν τοῖς πολεμίοις φιλίων καὶ τῶν συνευξομένων εὐπορῆσαιλέγω δὲ τὴν περὶ τοὺς Ἴωνας πρᾶξιν δὲ χειρῶν νόμῳ καὶ μετὰ κοινῆς τῆς εὐψυχίας ἔδει πραχθῆναι, κάλλιστα δὴ τῶν ὑφ᾽ ἡλίῳ μάρτυρι καὶ τολμήσαντες καὶ τελεσάμενοι, τάξαντες μὲν αὑτοὺς ἐναντία ἐκείνοις, οἵπερ ἦσαν κεφάλαιον τοῦ ναυτικοῦ τῶν πολεμίων, τρεψάμενοι δὲ πρῶτοι καὶ διαφθείραντες ἄλλας ἀλλαχοῦ τῶν νεῶν ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι, παρασχόντες δὲ τοῖς λοιποῖς διώκειν ἀντὶ τοῦ ναυμαχεῖν. ὥστ᾽ ἐμοὶ μὲν παραπλησίως οἱ Ἕλληνες δοκοῦσι νικῆσαι τὴν ναυμαχίαν ἐκείνην ὥσπερ ἂν εἰ καὶ Μαραθῶνι παρόντες μετέσχον τῆς νίκης. ἐκεῖ τε γὰρ ἤρκεσεν πόλις αὑτῇ καὶ ἐν Σαλαμῖνι τῶν γιγνομένων ἀπέλαυσαν οἱ λοιποί. καὶ τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαιμόνιοι, ἐκείνῃ δὲ τῇ ἡμέρᾳ αὐτῆς [p. 229]ὑστέρησαν τῆς τροπῆς οἱ συντελεῖς. καὶ τοσοῦτον διενήνοχεν ὥστ᾽ εἰκότως ἄν τινα φῆσαι μὴ μόνον τῆς ἐλευθερίας μηδὲ τῶν ἄθλων τῶν ἐκ τῆς ναυμαχίας χάριν ἂν τῇ πόλει τοὺς Ἕλληνας ἔχειν δικαίως, ἀλλὰ καὶ τῆς νίκης αὐτῆς. καὶ γὰρ ταύτην ὥσπερ ἄλλο τι κέρδος προσλαβόντες φαίνονται καὶ τῆς φιλοτιμίας κοινῇ μετασχόντες. ἐνταῦθα δὴ πᾶσα μὲν ἀκτὴ ναυαγίων ἐπέπληστο, πάντες δὲ οἱ πορθμοὶ συνεκέχυντο, ἔφερε δὲ πόρος πρὸς τὴν ἤπειρον ἔξω τῷ βασιλεῖ δεινὰ θεάματα καὶ μάλα ἀπᾴδοντα τῆς ἐκείνου περινοίας καὶ τρυφῆς. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομένων τοῖς βαρβάροις μνησθῆναι. τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων οὐκ ἀτιμότερον προσεξείργασται. τί οὖν ἦν τοῦτο; τρεῖς τόπους οἱ βάρβαροι κατέλαβον τὸ κατ᾽ ἀρχὰς, τὴν ἤπειρον, τὴν θάλατταν, τὴν πρὸ τῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: