previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ ὅμως τῶν ἀντιπάλων, ἀντετάξαντο παντὶ τῷ ναυτικῷ τῶν πολεμίων, ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις, ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι: καὶ οὔτε πλήθους τῶν ἀντιτεταγμένων ἐφρόντισαν οὔτε τῆς Καλλικρατίδου δόξης, οὔτε νήσων ἐχομένων οὔτε ἠλλοτριωμένης ὡς εἰπεῖν ἤδη τῆς τύχης: οὐ χειμῶνος ἡττήθησαν, οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμήθησαν, ἀλλ᾽ ὥσπερ ἐξαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν, τρέπονται μὲν Λακεδαιμονίους, κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους, τριήρεις δὲ τὰς μὲν αἱροῦσι, τὰς δὲ καταδύουσιν ὁμοῦ τῷ σκηπτῷ καὶ τοῖς πολεμίοις μαχόμενοι τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διάφορον: τὸ δὲ πάντων μέγιστον, ὅτι ἄνδρα [p. 268] ῥύονται ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυναστείαν καταλῦσαι. οἱ δ᾽ ὥσπερ ἅπαντες καταναυμαχηθέντες εἰρήνης αὖθις ἐδέοντο, οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι παρόντας εἴθιστο τότε νικᾶν πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττε καὶ διὰ πάντων ἐνίκα. ἀλλὰ μὴν φανήσεται νίκας τε μεγίστας τῶν πώποτε ἀνῃρημένη καὶ συμφορὰς οὕτως ἐνεγκοῦσα ὡς μᾶλλον ἄν τινα τῆς πόλεως ἄγασθαι τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν τὰ ἔργα τῶν κεκρατηκότων, ὥστ᾽ ἔμοιγ᾽ ἐπέρχεται καὶ τοῦτ᾽ εἰπεῖν, ὅτι νικῶσα ταῖς εὐπραξίαις οὐχ ἧττον ἐν οἷς ἠτύχησε διενήνοχεν, εἴπερ μηδεὶς ὁμοίως ἐνήνοχε τὰς συμφοράς. τοῦ μὲν οὖν οἷς κατώρθωσε νικᾶν ἄνευ τῶν πρὸς αὐτοὺς πεπραγμένων τοὺς ἀντιπολιτευσαμένους ἄλυτα ὑπάρχει διττὰ σημεῖα: τε γὰρ καθ᾽ αὑτὴν ἔπραξε τῶν ἰδίᾳ τισὶ πραχθέντων ὑπεραίρει οὐχ ὅσον ἀγνοῆσαι, τ᾽ ἐν ταὐτῷ γενομένων ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι. καὶ μὴν ἔν γε τοῖς δυσκόλοις κρείττων γέγονε τῶν νενικηκότων: οἱ μὲν γὰρ εἴκοντες, δ᾽ ἀντέχουσα δέδεικται τῇ τύχῃ. οὐκοῦν ἀμφοτέρας τὰς νίκας οὐ παρὰ μικρὸν φέρεται καὶ νικᾷ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: