previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. [p. 30]

οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας Ἀρκὰς ἐκ Φιγαλείας,2 ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε: Πυθέα μνῆμα τόδ᾽ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,


ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,

τῶν προτέρων πάντων πλείονα πασάμενος.
τοῦτο δ᾽ ἱστορεῖ Ἁρμόδιος Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων. Ξενοφῶν δ᾽ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα: ' καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται: ἢν δ᾽ ἐξ ἀδίκων φανερῶς μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἀδικία τε καὶ αἰσχροκέρδεια: δὲ Οἰδίπους δι᾽ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ἀπηγορεύκει, λέγων οὕτως:

αὐτὰρ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
ἀργυρέην Κάδμοιο θεόφρονος αὐτὰρ ἔπειτα
χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου,
αὐτὰρ γ᾽ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο [p. 32]
τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ,
αἶψα δὲ παισὶν ἑοῖσι μετ᾽ ἀμφοτέροισιν ἐπαρὰς
ἀργαλέας ἠρᾶτο θεῶν δ᾽ οὐ λάνθαν᾽ Ἐρινύν,
ὡς οὒ οἱ πατρώι᾽ ἐνηέι ἐν φιλότητι
δάσσαιντ᾽,4 ἀμφοτέροισι δ᾽ αἰεὶ πόλεμοί τε μάχαι τε ...

Καικίλιος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: