ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιονἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
τῶν προτέρων πάντων πλείονα πασάμενος.τοῦτο δ᾽ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων ῾FHG IV 411'.' Ξενοφῶν δ᾽ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα ῾c. 8, 18':' ‘καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται: ἢν δ᾽ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια.' ὁ δὲ Οἰδίπους [δι᾽ ἐκπώματα] τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως ῾fr. 2 Ki':'
αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
ἀργυρέην Κάδμοιο θεόφρονος: αὐτὰρ ἔπειτα
χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.
αὐτὰρ ὅ γ᾽ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
τιμήεντα γέρα, μέγα οἳ κακὸν ἔμπεσε θυμῷ,
αἶψα δὲ παισὶν ἑοῖσι μετ᾽ ἀμφοτέροισιν ἐπαρὰς
ἀργαλέας ἠρᾶτο ῾θεῶν δ᾽ οὐ λάνθαν᾽ Ἐρινύν̓,
ὡς οὔ οἱ πατρώι᾽ ἐνηέι <ἐν> φιλότητι
δάσσαιντ᾽, ἀμφοτέροισι δ᾽ αἰεὶ πόλεμοί τε μάχαι τε ...