Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας
Φαινίας ὁ Ἐρέσιός φησι τάδε ῾FHG II 301':' ‘
γλεύκει
παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ
γίνεται ἀνθοσμίας.'
καὶ πάλιν: ‘
ἀνθοσμίας γίνεται ἐκ
νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν.'
ἑξῆς τέ
φησι: ‘
τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ
ἀνθοσμίας ἐγένετο.'
Θεόφραστος δ᾽ ἐν Θάσῳ φησὶ
῾de odor. 51' '
τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν
εἶναι τὴν ἡδονήν:
ἠρτυμένος γάρ ἐστιν. ‘
ἐμβάλλουσι
γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες,
ὥστε τὴν
ὀσμὴν ἀπ᾽ αὐτοῦ,
τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς
λαμβάνειν τὸν οἶνον.'
καὶ ἑξῆς δέ φησιν: ‘
ἐάν τις
κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ,
καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον,
τοῦ μὲν
τὴν μαλακότητα,
τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου.'
μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ ῾IV
526 M':'
διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
καὶ Ἑρμῆς δ᾽ εἶδος πόσεως παρὰ Στράττιδι ῾I 717, 22K'
'
Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι
τὸν καλούμενον νέκταρ.
ἦν ἄρ᾽ ἔπος τόδ᾽ ἀληθές, ὅ τ᾽ οὐ μόνον ὕδατος αἶσαν,
ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει. —
οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,
ὁ Κεῖός φησι ποιητής ῾fr. 88 B4'.'