Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀπολλόδωρος δ᾽ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν ῾III 279 K':'
ἐφεξῆς στρώματ᾽, ἀργυρώματα,
θηρίκλειοι <καὶ> τορευτὰ πολυτελῆ ποτήρια
ἕτερα.
Ἀριστοφῶν δ᾽ ἐν Φιλωνίδῃ ῾II 281 K':'
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
δι᾽ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην,
προσφέρων ἔδωκεν: οἶμαι, χρηστότητος οὕνεκα.
εἶτ᾽ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
Θεόφιλος δ᾽ ἐν Βοιωτίᾳ ῾II 473 K':'
τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
τῶν θηρικλείων, πῶς δοκεῖς, κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν. οὐδ᾽ ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
ἐν δὲ Προιτίσι ῾ib. 476':'
καὶ κύλικα .... θηρίκλειον εἰσφέρει
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ᾽ Ἀγαθῆς Τύχης.
ΙΣΘΜΙΟΝ.
Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.