καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.καὶ ἐν Θεαροῖς ῾p. 242':'
ὀσφύος τε πέρι κἠπιπλόου.καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ῾FHG II 47' 'ἔφη: ‘τῷ ἐπίπλῳ ἐπικαλύψας.' ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν᾽ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι ῾p. 95a' 'ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν ἐζητοῦμεν, <ὅτι> Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ᾽ ἡ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δ᾽ οὕτως ὁ κωμικός ῾II 335 K':'
πρῶτον μὲν <οὖν> ὄστρεια παρὰ Νηρεῖ τινι
ἰδὼν γέροντι φυκί᾽ ἠμφιεσμένα
ἔλαβον ἐχίνους τ᾽: ἐστὶ γὰρ προοίμιον
δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
τούτων δ᾽ ἀπολυθείς, κειμένων ἰχθυδίων
μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
θαρρεῖν κελεύσας ἕνεκ᾽ ἐμοῦ ταῦτ᾽ οὐδὲ ἓν
φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ᾽ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
ἐποίησά τ᾽ αὐτὸ ποικιλώτερον ταῶ.
κρεᾴδι᾽ <ἄττα>, ποδάρια, ῥύγχη τινά,
ὠτάρι᾽ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον:
αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
τούτοις μάγειρος οὐ πρόσεισ᾽ οὐδ᾽ ὄψεται:
οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ᾽ ἐγὼ σοφῶς
ταῦτ᾽ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
οὕτω ῾ποῶ γὰρ τοὔψον αὐτός᾿ ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ λοπάδι᾽ ἐμβάλλειν ποῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.