previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς ταῦτα, ἑταῖρε Τιμόκρατες, ἀποβλέπων τίνι συγκρῖναι ἔχεις τῶν Ἑλληνικῶν δείπνων τὸ προκείμενον τοῦτο συμπόσιον; ὁπότε καὶ Ἀντιφάνης κωμῳδιοποιὸς ἐν Οἰνομάῳ Πέλοπι διαπαίζων ἔφη II 81 K':'
τί δ᾽ ἂν Ἕλληνες μικροτράπεζοι,
φυλλοτρῶγες δράσειαν; ὅπου
τέτταρα λήψῃ κρέα μίκρ᾽ ὀβολοῦ.
παρὰ δ᾽ ἡμετέροις προγόνοισιν ὅλους
βοῦς ὤπτων, ὗς, ἐλάφους, ἄρνας:
τὸ τελευταῖον δ᾽ μάγειρος ὅλον
τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ
θερμὴν παρέθηκε κάμηλον.
Ἀριστοφάνης δ᾽ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν 85':'
ΠΡ. εἶτ᾽ ἐξένιζε παρετίθει θ᾽ ἡμῖν ὅλους
ἐκ κριβάνου βοῦς. ΔΙΚ. καὶ τίς εἶδε πώποτε
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
ΠΡ. καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου
παρέθηκεν ἡμῖν: ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.
Ἀναξανδρίδης δ᾽ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί I 151 K':'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: