previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΤΑΦΥΛΙΝΟΣ. ‘οὗτος δριμύς ἐστι, φησὶν Δίφιλος, ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια: διὸ καὶ ὑπ᾽ ἐνίων φίλτρον καλεῖται.' Νουμήνιος δ᾽ ἐν τῷ Ἁλιευτικῷ φησι:
φύλλων δ᾽ ὅσσ᾽ ἄσπαρτα τά τ᾽ ἐρρίζωται ἀρούραις
χείματος ἠδ᾽ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
ῥάφιν τ᾽ ἔμπεδον καὶ καυκαλίδ᾽ ἀγροιῶτιν.
Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν φησιν fr. 71 Schn':'
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
πετραίου, σὺν δ᾽ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε:
σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
ἠδ᾽ ὅπερ ὄρνιθος κλέεται γάλα.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ᾽ ἐν ε# περὶ φυτῶν γράφει οὕτως: ‘κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα.' κἀν τῷ πρώτῳ δέ φησι: ‘πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.' ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως: ‘δρακόντιον, ἔνιοι ἄρον ἀρωνια.' τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον ῾μέγας δ᾽ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος᾿ εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς Δίφιλος ἱστορεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: