This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
τί γάρ ἐστιν ἱερώτερον τιμῆς ἢ χάριτος;
οὐκ ἴστε ὅτι καὶ θεὰς νομίζουσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων τὰς
Χάριτας; ἐὰν οὖν τὰ ἀγάλματα αὐτῶν περικόπτῃ τις ἢ τοὺς βωμοὺς
ἀνατρέπῃ, τοῦτον ἡγεῖσθε ἀσεβεῖν: ἐὰν δὲ αὐτὸ λυμήνηται
καὶ διαφθείρῃ τὸ πρᾶγμα, ἀφ᾽ οὗ καὶ τὰς θεὰς ὠνομάσθαι συμβέβηκε,
μὴ ὃν δεῖ τρόπον χαριζόμενος, ἀλλ᾽ ἀγεννῶς καὶ ἀνελευθέρως
καὶ μετὰ τέχνης τοῖς εὐεργέταις ἀχαριστῶν, αὐτὸν φρονεῖν
φήσομεν καὶ τῶν ἄλλων εἶναι συνετώτερον; ἀλλὰ τοὺς μὲν καπήλους
τοὺς ἐν τοῖς μέτροις κακουργοῦντας, οἷς ὁ βίος ἐστὶν αὐτόθεν
ἀπὸ αἰσχροκερδείας, μισεῖτε καὶ κολάζετε, τὴν δὲ πόλιν, εἰ δόξει
[p. 230]
περὶ τοὺς ἐπαίνους τῶν ἀγαθῶν ἀνδρῶν πανουργεῖν καὶ τὰς δωρεὰς
καπηλεύειν, οὐκ αἰσχύνεσθε, παλίμβολα καὶ παλίμπρατα ποιοῦσαν
τὰ σεμνά;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.