previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] οὐ τῷ παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον; πλὴν ὅτι λίθους μικροὺς καὶ ἀσθενεῖς καὶ νὴ Δία θηρίων ὀστᾶ διδόντες λαμβάνουσιν ἀργύριον καὶ χρυσίον, ἀντὶ χρηστῶν ἄχρηστα ἀντικαταλλαττόμενοι. μάλιστα δὲ θαυμάζω πολλάκις ἐννοῶν ὅτι Μῆδοι μὲν τὰ Σύρων λαβόντες ἠγάπων καὶ ἔχαιρον, Πέρσαι δὲ τὰ Μήδων, Μακεδόνες δὲ τὰ Περσῶν, καὶ τότε ᾤοντο εὐτυχεῖς γεγονέναι καὶ πράττειν ἄμεινον, ὅτε εἶχον τὰ τῶν ἀθλίων καὶ δυστυχούντων κτήματα. ταῦτα δὲ οὐκ ἄλλως ἔγωγε ληρῶν εἶπον, ἀλλ̓ ὅτι τῶν [p. 222] τοιούτων, ὑπὲρ ὧν ἔχουσι τὴν πᾶσαν σπουδὴν καὶ ἐφ̓ οἷς θαυμάζουσιν οἱ πολλοὶ τοὺς κεκτημένους, οὐδέν ἐστιν ὄφελος, ἀλλ̓ οὐδεμιᾶς ἄξια δραχμῆς τὰ σύμπαντα: οὐδ̓ ἂν γένοιντο ἄνθρωποί ποτε εὐδαίμονες ἀνόητοι καὶ ἄφρονες, οὐδ̓ ἂν τὸν ἐν Σούσοις παράδεισον οἰκήσωσιν, ὃς ἦν, ὥς φασι, μετέωρος ἅπας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: