Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
φασι βλαβερὸν εἶναι τὸ πάσας αὐτὰς καταλελύσθαι. πρὸς τούτῳ
δὲ κἀκεῖνό ἐστιν ὅτι παρ᾽ οἷς ἂν ἕν τι κινηθῇ, παρ᾽ ἐκείνοις κεκίνηται
πάντα ὁμοίως καὶ τῶν παραπλησίων βέβαιον οὐθέν ἐστιν.
οἱ γὰρ τὴν αἰτίαν παραβάντες, καθ᾽ ἣν οὐκ ἂν ἐδόκει τι συμβῆναι,
καὶ ταύτην παρ᾽ οὐδὲν ἡγησάμενοι, πάντα λελύκασιν ἃ τὴν αὐτὴν
εἶχε πρόφασιν τοῦ μένειν βέβαια. οἷον εἴ τις μίαν λύσαι τῶν τιμωριῶν
ἡντιναοῦν, οὐδὲ τῶν ἄλλων οὐδεμίαν ἰσχυρὰν καταλέλοιπεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.